Ancient Greek
Section 596
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 596
Not analysed yet
Ὅτι εὐρυτάτη τὸ μέγεθος ἡ Ταπροβάνη. Φησὶν οὖν καὶ ὁ Γεωγράφος· «Ταπροβάνη πελαγία νῆσος μεγάλη, πολὺ τῆς ἠπείρου διέχουσα. Ἔχει δὲ κατὰ τὸν Διονύσιον καὶ κήτη πολλὰ ὄρεσιν ἠλιβάτοις ἐοικότα, οἷς ὑπὲρ ἄκρων νώτων τέτρηχεν, ὃ ἔστι τετράχυνται, μήκιστος ὁλκὸς ἀκάνθης· ὧν καὶ τὰ στόματα λυγρὰ λέγει, καὶ χάσμα οὕτω μέγα φησὶν αὐτοῖς εἶναι, ὡς πολλάκις καὶ νῆα σὺν αὐτοῖς ἀνδράσιν ὑφ' ἓν καταβρῶξαι, ὃ ἔστι καταβροχθίσαι, καταπιεῖν. Ὀνοματοπεποίηται δὲ τὸ καταβρῶξαι, ὡς ἀπὸ τοῦ βρόχω ῥήματος, καὶ ἀπ' αὐτοῦ ἔστι καὶ ὁ βρόχθος καὶ τὸ καταβροχθίζω ῥῆμα. Λέγει δὲ τὰ τοιαῦτα κήτη καὶ τέρατα καὶ βοτὰ πόντου Ἐρυθραίου, ἐν ᾧ καὶ ἡ νῆσος κεῖται. Μεγεθύνας δὲ αὐτὰ τῷ λόγῳ, ἐπάγει πάνυ ἐνδιαθέτως, ὡς οἷα φόβον παθὼν, ὅτι δυσμενέων παῖδες ἐκείνοις ἀντιάσειαν, ὃ ἔστιν ἐχθροὶ ἄνδρες πλανώμενοι περὶ θάλασσαν ἐντύχοιεν αὐτοῖς. Τούτου δὲ τοῦ σχήματος τῷ ἀνάπαλιν χρήσεται, ὅτε περὶ τῶν Μασσαγετῶν εἴπῃ, ὅτι «μήτ' αὐτὸς ἐγὼ, μήθ' ὅστις ἑταῖρος αὐτοῖς ἐμπελάσοι· μάλα γὰρ κακόξενοι.» Ἔμπαλιν γὰρ ἐσχημάτισται τοῦτο πρὸς ἐκεῖνο. Εἰ γὰρ καὶ ἄμφω ἐνδιαθέτως ἔχουσιν, ἀλλ' ὅμως διαφέρουσι, καθὰ ἐνταῦθα μὲν ἐχθροῖς ἐπαρασάμενος ἀπώλειαν καταντᾷ σιωπηρῶς εἰς τὸ ὑπὲρ φίλων ἀπεύχεσθαι· φησὶ γάρ. δυσμενεῖς ἐμπελάσειαν αὐτοῖς, φίλοι δὲ δηλαδὴ οὔ· ἐν δὲ τῷ περὶ Μασσαγετῶν ἀνάπαλιν τὰ ὑπὲρ φίλων ἀπευξάμενος εἰς ἐχθροῦ ἀφορᾷ κατευχήν· λέγει γάρ· μήτ' ἐγὼ, μήτε τις τῶν ἐμῶν ἐμπελάσοι τοῖς Μασσαγέταις, ἀλλ' ἐχθρὸς δηλονότι ἐμπελάσοι αὐτοῖς.