Ancient Greek
Section 599
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 599
Not analysed yet
Σημείωσαι δὲ ὅτι οὗτος μὲν τὸ τέτρηχεν ἀντὶ τοῦ τετράχυνται εἶπε, παρ' Ὁμήρῳ δὲ ἡ λέξις ἐπὶ τοῦ τεταράχθαι κεῖται ἐν τῷ «τετρήχει δ' ἀγορή.» Ὅρα δὲ ὅτι ὁλκὸν ἀκάνθης εἶπεν, ὥστε πολυσήμαντον ὁ ὁλκὸς, ὡς καὶ πρὸ μικροῦ ἐφάνη. Ἄκανθαν δὲ λέγει οὐ τὸ τοῦ κήτους ὀστοῦν τὸ ἀναλογοῦν ῥάχει, ὃ κυριολεκτεῖται καὶ ἐπὶ ἰχθύων καὶ ὄφεων· ἀλλὰ νῦν ἄκανθαν ἔστι νοῆσαι τὰ ἐπιφαινόμενα ἔξω περὶ τὴν ῥάχιν κέντρα, καὶ ἐπανεστηκότα ὡς ἐν φραγμῷ αἱμασιᾶς.