Ancient Greek
Section 606
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 606
Not analysed yet
Ὅτι ἐν τῇ Καρμανίδι ἄκρᾳ νῆσος ἡ Ὤγυρις, καὶ ὅτι περὶ αὐτὴν τύμβος Ἐρυθραίου βασιλέως, ὃν ἄλλοι Ἐρύθραν φασὶ, γράφοντες· Ἀγχιβαθὴς δ' ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα δὲ τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. Ἐξ αὐτοῦ δὲ καὶ ἡ θάλασσα κληθῆναι δοκεῖ, ὡς προεγράφη. Οἱ δὲ κατὰ ἐπίθετον ἐθνικὸν Ἐρυθραῖον βασιλέα τὸν Δηριάδην νοοῦσιν αὐτόθι τεθαμμένον, οὗ καὶ πρὸ τούτων ἐμνήσθημεν, ὃς Ἐρυθραῖος μὲν ἦν τῷ γένει, χρόνῳ δὲ ὕστερον εἰς Ἰνδοὺς ἐλθὼν ἀντέστη λαμπρῶς τῷ τοῦ Διὸς Διονύσῳ στρατευσαμένῳ κατὰ τῶν Ἰνδῶν. Ἡ δὲ Καρμανὶς Περσῶν ἐστιν ἐμπόριον.