Ancient Greek
Section 609
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 609
Not analysed yet
Ὅτι περὶ τὴν Περσίδα θάλασσαν βορεία νῆσος ἡ Ἴκαρος, ὁμώνυμος τῇ περὶ τὸ Αἰγαῖον πέλαγος, ἣν καὶ ἐπαναλαμβάνει διὰ τὸ ἔνδοξον. Τιμᾶται δὲ ἐν αὐτῇ πολυτελῶς Ταυροπόλος Ἀπόλλων ἢ Ἄρτεμις. Ἄλλοι δέ φασιν ὅτι ὁ Περσικὸς κόλπος μικρόν τι ἐλάττων Εὐξείνου ἐστὶν, ἐν ᾧ Ἴκαρός τε νῆσος καὶ Τύρος καὶ Ἄραδος, ὁμώνυμοι ταῖς Φοινικικαῖς. Ἰστέον δὲ ὅτι τὴν περὶ τὸ Αἰγαῖον πέλαγος ὁ Γεωγράφος τετρασυλλάβως Ἰκαρίαν λέγει, δοξάζων ἀπὸ τοῦ τοιούτου νησίου καὶ τὸ Ἰκάριον καλεῖσθαι πέλαγος· λέγων ὅτι καὶ ἔρημόν ἐστιν αὐτὴ νησίον, νομὰς ἔχον αἷς χρῶνται οἱ Σάμιοι.