Ancient Greek
Section 62
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 62
Not analysed yet
Ὅτι τὰς μὲν ἀρχὰς εἰς τὸν τῆς περιηγήσεως σκοπὸν ἐπειγόμενος ὁ Διονύσιος, ὡς προείρηται, καὶ ἅμα ἵνα καὶ φιλοσοφώτερος δόξῃ, καὶ τὸ κοινὸν ποιητικὸν ἐκκλίνῃ ἔθος, καινοπρεπέστερον παρῆκε τὰς Μούσας, ὡς ποιητῇ πρέπον, ἐπικαλέσασθαι· καὶ οὕτω τὰς μὲν ἀρχὰς τῆς περιηγήσεως, πρὸς μέντοι αὐτῷ τῷ ἔργῳ γενόμενος, καὶ ὅτι ποιητής ἐστιν αἰσθόμενος, καὶ ὡς οὐκ ἄνευ Μουσῶν, ἤτοι γνώσεως μυθωδικῆς, περιοδευτέα τὰ τῆς γῆς αὑτῷ ἐννοησάμενος, προφανῶς αὐτὰς τῆς περιηγήσεως ἡγεμόνας καλεῖ, ὡς ἂν ἀρξάμεναι, φησὶ, στοιχηδὸν ἐνέποιεν τὰς σκολιὰς κελεύθους. Καὶ σημείωσαι ὅτι εἰ καὶ ἐν ἄλλοις τὸ ἐννέπειν διπλασιάζει τὸ ν, ἀλλ' ἐνταῦθα κατὰ φύσιν δι' ἑνὸς ἐκφέρεται ν, καθὰ καὶ ἐν τοῖς ἑξῆς.