Ancient Greek
Section 620
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 620.1
Not analysed yet
Ὅτι Ἀσία ἡ χώρα ὠνόμασται ἀπὸ Ἀσίου τοῦ Ἄτυος, ὡς καὶ ἐν τῷ περὶ Εὐρώπης λόγῳ εἴρηται, ἢ ἀπὸ Ἀσίας μητρὸς Προμηθέως, ὡς καὶ Λυκόφρων βούλεται· ἢ διότι πολλὰ ἐξ ὑδάτων τέλματα ἔχει, καὶ διὰ τοῦτο ἰλυώδης τυγχάνει. Ἄσις γὰρ ἡ ἰλὺς, ὡς καὶ παρ' Ὁμήρῳ. Τινὲς δὲ καὶ τὴν Ἀττικὴν ἱστοροῦσιν Ἀσίδα κληθῆναί ποτε. Οἱ δέ φασιν ὅτι Ἄσιος φιλόσοφος τελεστὴς δέδωκε τῷ Τρωῒ πρὸς φυλακὴν τῆς Τροίας Παλλάδιον ἀπὸ ξύλου τετελεσμένον, ἤτοι καταγεγοητευμένον. Ὁ δὲ εἰς τιμὴν ἐκείνου τοῦ ἀνδρὸς τὴν ὑπ' αὐτῷ χώραν, Ἤπειρον καλουμένην τὸ πρὶν, Ἀσίαν μετωνόμασεν. Ἐξ αὐτῆς δὲ, ὡς ἀξιολόγου μέρους, καὶ ἡ λοιπὴ χώρα μετέσχε τῆς αὐτῆς κλήσεως. Ἔχουσι δὲ αἱ ἱστορίαι, ὥσπερ Λιβύην κόμμα τι τῆς Λιβύης χώρας, καθὰ προγέγραπται, οὕτω καὶ μέρος τι τῆς ὅλης Ἀσίας οὕτως ἰδίως Ἀσίαν καλούμενον, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ. Καλεῖται γὰρ, φασὶν, Ἀσία ἡ ἐντὸς τοῦ Ταύρου περιέχουσα Λυδοὺς, Κᾶρας, Λυκάονας, Παφλαγόνας, Ἴωνας, Αἰολεῖς καὶ ἄλλους. Οἱ δέ φασιν ὅτι ἐστὶν ἰσθμὸς ὁ ἐπὶ Ἀμισὸν καὶ Θεμίσκυραν, καὶ ἡ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα ἰδίως Ἀσία λέγεται. Οἱ δέ φασιν, ὅτι Ἀσία πόλις Λυδίας παρὰ Τμώλῳ τῷ ὄρει, ἐν ᾗ τρίχορδος κιθάρα εὑρέθη, καὶ ἀπὸ ταύτης ἡ χώρα καλεῖται· ἢ ἀπὸ Ἀσίου τινὸς Λυδοῦ, ἐξ οὗ ὁ Ἀσίας λειμὼν, ὡς τὸ κοχλίας, ὡς καὶ Ὅμηρος «Ἀσίω ἐν λειμῶνι·» οὐ κατὰ δοτικὴν τῷ Ἀσιανῷ, ἀλλὰ κατὰ γενικὴν Ἀσίου κοινῶς, ὡς κοχλίου, καὶ Ἰωνικῶς Ἀσίεω, ὡς καὶ παρὰ Ἡροδότῳ εὕρηται, καὶ συγκοπῇ Ἀσίω, ὡς Ἑρμείεω Ἑρμείω, καὶ ἐϋμελίω Πριάμου. Ὅτι ὁ τῆς Λιβύης καὶ Εὐρώπης ὁμοῦ τῶν δύο ῥυσμὸς, ὃ ἔστιν ἑλκυσμὸς καὶ ἔκτασις, ὁ καὶ εἰς κῶνον, ὡς προείρηται, συντελούμενος, σχῆμά ἐστι τῆς Ἀσίας, κώνου δηλαδὴ καταμόνας οὔσης καὶ αὐτῆς ἑτέρωθεν, οὗ τὸ πλατὺ προσήνωται τῷ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἴχνει· ὡς τὴν μὲν βάσιν ἐκείνου τε καὶ τούτου τοῦ κώνου κοινὴν εἶναι, τὸ δὲ ὀξὺ τούτου τελευτᾶν ἐπ' ἀνατολῆς μυχὸν πάσης, ὅ ἐστι πρὸς τὸν ἑῷον ὠκεανὸν καὶ τὰς ἐκεῖ τοῦ Διονύσου στήλας, ὥσπερ τὸ τοῦ ἑτέρου κώνου ὁμοίως ἀποξυνόμενον τερματοῦται πρὸς τὰ κατὰ δύσιν Γάδειρα καὶ τὰς τοῦ Ἡρακλέος στήλας. Διὸ καὶ ἐξ ἀρχῆς ἐρρέθη σφενδόνῃ ἐοικέναι τὴν γῆν, ἧς τὸ ὀξὺ ἀμφοτέρωσε πρὸς τὰς τοῦ ἡλίου κελεύθους. Διαφορὰν δὲ τοῖς τοιούτοις δυσὶ κώνοις ἐρεῖ, κατά τε τὸ ἐν μεγέθει ποσὸν (μείζων γὰρ κατὰ πολὺ ὁ τῆς Ἀσίας κῶνος), καὶ κατὰ τὸ εἶδος, ἐπειδὴ ἐκεῖ μὲν εἷς πόντος ἀπείριτος τῇ Εὐρώπῃ καὶ τῇ Λιβύῃ μεσολαβεῖται ὁ ἐκ τοῦ ἑσπερίου ὠκεανοῦ, ὃς καὶ τῆς Ἀσίας ἐφ' ἱκανὸν προσάπτεται· ἐν δὲ τῇ Ἀσίᾳ πολύς φησιν ὠκεανὸς, καὶ οὐ μόνος εἷς πόντος. Τρεῖς γάρ, φησι, κόλπους κυμαίνοντας ἐρεύγεται ἔνδοθι βάλλων, Περσικὸν, Ὑρκάνιόν τε καὶ Ἀράβιον βαθυδίνην. Ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ἐπαναλήψει χρᾶται, κατὰ τὸ σχῆμα τὸ λεγόμενον ἐπαναστροφὴ, λέγων οὕτως· «τοὺς δύο νοτίους, τὸν δ' εἰς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς Λίβα.» Λέγει δὲ τὸν Ὑρκάνιον, ὃν καὶ ὡς βόρειον γείτονα τοῦ Εὐξείνου πόντου φησίν. Ἔστι δὲ τὸ ῥηθὲν σχῆμα τῆς ἀναστροφῆς ὅμοιον τῷ Ὁμηρικῷ τῷ· Τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ.