Ancient Greek
Section 623
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 623
Not analysed yet
Ὅτι καὶ ἄλλο τί ἐστι κοινὸν ἀμφοτέροις τοῖς ῥηθεῖσι κώνοις. Ὥσπερ γὰρ ἐν Γαδείροις περὶ τὸ ἑσπέριον ὀξὺ τοῦ κώνου Ἡράκλειαι ἑστᾶσι στῆλαι, οὕτω καὶ ἐν Ἰνδίᾳ πύματον περὶ ῥόον ὠκεανοῦ Ἰνδῶν ὑστατίοις ἐν οὔρεσι στῆλαι Θηβαίου Διονύσου, ἐλθόντος μέχρι καὶ ἐκεῖ, ὅτε καὶ ὑφ' ἑαυτῷ τὴν χώραν ἐποίησεν, ὡς καὶ ἐν τῷ τέλει λεχθήσεται τῆς περιηγήσεως. Καὶ ὅρα ὅπως ἐξ Ἑλλάδος ἦσαν κατά τινας οἱ τὴν γῆν περιεληλυθότες ἕως τερμόνων, ὁ Ἡρακλῆς τε δηλονότι καὶ ὁ Διόνυσος. Καὶ ἔστι τοῦτο οὐ μόνον Ἑλλάδος ἀλλὰ καὶ Θηβῶν μάλιστα ἐγκώμιον. Ἐκεῖθεν γὰρ ὁ τοιοῦτος Διόνυσός τε καὶ Ἡρακλῆς. Καίτοι τινὲς ἄλλους τινὰς βούλονται τοῦτο ποιῆσαι, καὶ οὐ τοὺς Ἑλλαδικοὺς Ἡρακλῆ τε καὶ Διόνυσον.