Ancient Greek
Section 612
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 612
Not analysed yet
Ὅτι καὶ τὰς περὶ τὸν ὠκεανὸν νήσους, ὥσπερ καὶ τὰς ἄλλας, καθὰ προείρηται, παχυμερῶς ἐπιτρέχει, τὰς ἐπιφανεστέρας μόνας λόγῳ διδούς. Φησὶ γοῦν· τόσσαι μὲν εὐρύτεραι, ἄλλαι δὲ ἀπειρέσιαι· αἱ μὲν ὧδε, αἱ δὲ ἐκεῖ, καὶ ἄλλαι ἄλλοθι· αἱ μὲν ὑπ' ἀνδρῶν οἰκούμεναι καὶ ἀγαθὸν ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοι καὶ οὐ ναύταις ἑτοῖμαι· ὧν οὐδὲ ῥᾴδιόν φησιν αὑτῷ εἰπεῖν ὄνομα πασῶν.