Ancient Greek
Section 638
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 638
Not analysed yet
Ὅτι ὁ Ταῦρος τὸ ὄρος ἀρξάμενος ἐκ τῆς Παμφυλίας, ὡς οὗτος δοξάζει, ἄχρι καὶ Ἰνδῶν παρήκει, διὰ πάσης ἥκων Ἀσίας· ἄλλοτε μὲν, φησὶ, λοξὸς καὶ ἀγκύλος, καὶ, ὡς ἐρεῖ κατωτέρω, πολλὰς ἔχων στροφάλιγγας, ἄλλοτε δὲ ὀρθότερος ἴχνεσιν. Εἶτα αἰτιολογῶν τὴν κλῆσιν τοῦ ὄρους φησί· Ταῦρον δὲ αὐτὸν κικλήσκουσιν, οὕνεκα λοφούμενος ταυροφανὴς καὶ ὀξυκάρηνος ὁδεύει, οὔρεσιν ἐκταδίοις, ὅ ἐστι μακροῖς, πολυσχιδὴς ἔνθα καὶ ἔνθα. Τὸ δὲ ὀξυκάρηνος γράφεται καὶ ὀρθόκραιρος, καὶ ἔστι προσφυὲς τῇ κλήσει τοῦ ταύρου. Ἐπίθετον γὰρ τοῦ ταύρου καὶ ἁπλῶς βοὸς τὸ ὀρθόκραιρος, ὡς δηλοῖ τὸ «βοῶν ὀρθοκραιράων.» Λέγει δὲ ὅτι ὁ Ταῦρος οὗτος οὐ μίαν ἐπωνυμίαν ἔλαχεν, ἀλλ' ἐν ἑκάστῃ στροφάλιγγι ἔχει ὄνομα. Εἶτα δεικνύων πάλιν τὸ παχυμερὲς τῆς περιηγήσεως λέγει· τὰ δὲ τοιαῦτα ἐκείνοις ἂν μέλοιτο οἳ κατὰ χώραν οἰκοῦσιν. Ὅμοιον δέ φασι τὸ σχῆμα τοῦτο τῷ τοῦ Ἡσιόδου, τῷ οἱ δὲ ἕκαστα ἴσασιν οἳ ὅσοι περιναιετάωσιν. Καὶ τοὺς ἐκ τοῦ Ταύρου δὲ καναχηδὰ ῥέοντας ποταμοὺς ἀπειρεσίους εἰπὼν ἐπάγει, τίς ἂν πάντα ὀνόματα εἴποι; καὶ ἔθνη δὲ διΐξεσθαι λέγει οὐ πάντα, ἀλλ' ὅσα εἰσὶν ἀρίδηλα, εὐχόμενος τὰς Μούσας ἰθύντατον ἴχνος ἄγειν καὶ μὴ σκολιὸν, εἰ καὶ πολλαὶ τοῖς περιηγουμένοις τόποις εἰσὶν αἱ στροφάλιγγες.