Ancient Greek
Section 636
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 636
Not analysed yet
Ὅτι τὸν ἤδη ῥηθέντα μέσον τοῦ Εὐξείνου Πόντου καὶ τοῦ Ὑρκανίου πλατύτατον ἰσθμὸν, ἤτοι τὸν περὶ τὴν Ἰβηρίαν τὴν ἑῴαν, ἄσπετόν τε λέγει καὶ μακροῖς ὧδε τιταινόμενον πεδίοις. Καὶ σημείωσαι καὶ ἐνταῦθα ὅτι ὁ ἰσθμὸς ἁπλῶς μὲν οὕτω ῥηθεὶς γῆν δηλοῖ στενοχωρουμένην μεταξὺ δύο θαλασσῶν, εἰ δὲ πρόσκειται τὸ μακρός ἢ πλατύς ἢ ἀθέσφατος ἤ τι τῶν τοιούτων ὁποῖα πολλὰ ἐπινοεῖται ὁ Διονύσιος, τότε διὰ τὰς τοιαύτας προσθήκας ἰσθμὸς νοηθήσεται καὶ ὁ μὴ στενός. Τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ πορθμοῦ, εἴγε παρὰ τοῖς πολλοῖς πορθμὸς λέγεται ὁ περὶ Σικελίαν, οὐ μόνον ὁ βόρειος ὁ ἑπταστάδιος, ἀλλὰ καὶ ὁ νότιος, ὁ χιλίοις καὶ πεντακοσίοις σταδίοις μετρούμενος, καὶ εἰς χάσμα τοσοῦτον ἀνοιγόμενος.