Ancient Greek
Section 663
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 663
Not analysed yet
Ὅτι αἱ τοῦ ῥηθέντος Τανάϊδος πηγαὶ ἐν τοῖς Καυκασίοις μορμύρουσιν ὄρεσιν, αὐτὸς δὲ πλατὺς ἐπιτρέχει ἔνθα καὶ ἔνθα τοῖς Σκυθικοῖς πεδίοις. Νοητέον δὲ νῦν, φασὶ, Καύκασον τμῆμά τι τοῦ προειρημένου Ταύρου βορειότατον, περὶ τὴν Κρονίαν ἀνῆκον θάλασσαν, οὗ μέρη καὶ τὰ πρὸ τούτων γραφέντα Ῥιπαῖα ὄρη. Τὸν δὲ τοιοῦτον Καύκασον, περὶ ὃν καὶ ὁ τοῦ Προμηθέως πλάττεται ἀνασκολοπισμὸς, οἱ παλαιοὶ μὴ ἐγκεῖσθαί φασι τῷ τῆς περιηγήσεως πίνακι· ὁ δὲ Γεωγράφος φησὶν αὐτὸν διήκειν μέχρι τῶν Τιβαρηνῶν. Σημείωσαι δὲ ὅτι ὁ μὲν Διονύσιος λέγει τοῦ τοιούτου Καυκάσου ἐκπίπτειν τὸν Τάναϊν, ὁ Γεωγράφος δὲ ἀδήλους λέγει καὶ τοῦ Τανάϊδος τὰς ἀρχὰς, καθὰ καὶ τὰς τοῦ Νείλου, λέγων καὶ πόλιν παρ' αὐτῷ εἶναι ὁμώνυμον τῷ ποταμῷ. Ἄλλοι δέ φασιν αὐτὸν ἐκ λίμνης τινὸς ὡς ἐξ ἀρχῆς εἰς λίμνην τὴν Μαιῶτιν ῥέοντα δυσὶ στόμασιν εἰσβάλλειν εἰς αὐτήν.