Ancient Greek
Section 666
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 666
Not analysed yet
Ὅτι περὶ τοὺς τόπους τοὺς κατὰ τὸν Τάναϊν καὶ τὸν ἐκεῖ βόρειον Καύκασον, βορέου χειμαίνοντος, παγετὸν ἂν ἴδοις ἀπὸ κρυμοῦ παγέντα. Εἶτα ἐνδιαθέτως ὁ Διονύσιος οἷον οἰκτιζόμενος τοὺς ἐν τῷ τοιούτῳ τόπῳ διὰ τὸν ἀπείριτον παγετὸν, ἔτι δὲ καὶ αὐξητικῶς τὸν χειμῶνα ἐκφράζων φησὶ, «σχέτλιοι ἐκεῖνοι φῶτες· ἀεὶ γὰρ αὐτοῖς ψυχρά τε χιὼν καὶ κρυμὸς δυσαής. Καὶ δὴ ὅταν ἐξ ἀνέμων πλεῖον κρύος ἔλθῃ, καὶ ἵππους ἄν τις θνήσκοντας ὀφθαλμοῖς ἴδοιτο καὶ ἡμιόνους, τὸ δὲ ὑπερβολικὸν, καὶ ὄϊς ἀγραύλους,» ὧν καθ' Ἡσίοδον οὐδὲ τὸ κατὰ Ληναιῶνα ψύχος καθικνεῖται διὰ τὸ δασὺ τῶν τριχῶν. «Οὐδὲ μὴν οὐδ' αὐτοί, φησιν, οἱ αὐτόθι ἄνδρες ὑπὸ ψύχους ἀπήμαντοι μένουσιν· ἀλλὰ γὰρ ὑποζεύξαντες ἀπήνας, ἁμαξόβιοι γὰρ οἱ ἐκεῖ, πλανῶνται εἰς ἑτέραν χώραν, λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις.» Τοῦτο δὲ καὶ εἰς παροιμίαν ἐπὶ ἐρημωθείσης οἰκουμένης κεῖται, ὡς τὸ «τὴν δεῖνα πόλιν ἐρήμην οἱ ἄνεμοι καταπνέουσι.» Σημείωσαι δὲ καὶ ὅτι τὴν χιόνα ἐριῶδες ὕδωρ ἀστείως οἱ παλαιοί φασι, τοῦ σοφοῦ βασιλέως Δαβὶδ ἀφορμὴν ἐνδόντος αὐτοῖς, ὅτε εἴπῃ «διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον». Ὅρα δὲ καὶ ὅτι φανερῶς ἐνταῦθα τὸ σχέτλιοι οὐκ εἰς ὕβριν ἀλλ' ἐπὶ οἴκτῳ εἴρηται.