Ancient Greek
Section 669
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 669
Not analysed yet
Ὅτι δὲ ἡ τῶν πλανήτων τούτων νομάδων χώρα δυσχείμερός ἐστιν ὡμολόγηται. Διόπερ οὐδὲ ὄνους τρέφει· δύσριγον γὰρ τὸ ζῶον. Ῥήγνυνται δὲ κατὰ τὴν ἱστορίαν καὶ χαλκαῖ ὑδρίαι χειμῶνος ἐκεῖ, καὶ διάπλοι τινὲς ἁμαξεύονται, καὶ τὰ καύματα δὲ σφοδρὰ θέρους ἐκεῖ φασί τινες γίνεσθαι. Ὁ μέντοι Διονύσιος ἔοικε μὴ οὕτω δοξάζειν, ἀλλὰ διηνεκῶς τὴν χώραν ἐκείνην ψύχεσθαι. Φησὶ γάρ· «αἰεί σφι ψυχρή τε χιὼν κρυμός τε δυσαής.» Οὕτω δὲ καὶ Ἡρόδοτος δυσχείμερον εἰπὼν τὴν Σκυθικὴν ἐπάγει, «ὅτι τοὺς μὲν ὀκτὼ μῆνας ἐκεῖ ἀφόρητος οἷος γίνεται κρυμὸς, ὅτε ὕδωρ μὲν ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος ὁ Κιμμέριος. Τοὺς δὲ λοιποὺς, φησὶ, τέσσαρας μῆνας ψύχεα αὐτόθι ἐστί.» Τάχα οὖν ἡ μὲν ἐνδοτέρα Σκυθικὴ ἡ πρὸς βορέαν τοιαύτη ἐστὶν, οἵαν φησὶν ὁ Ἡρόδοτος, ἡ δὲ λοιπὴ πάσχει ὡς εἰκὸς καὶ καύματα. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανὸς, ὅτι «σιτοφάγοι ποτὲ καὶ ἀρωτῆρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη, καὶ ἀρὰς ἐπηράσαντο μεγάλας, μήποτε οἰκίαν ἔτι δείμασθαι, μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι, μήτε πόλεις δομήσασθαι, μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλ' οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ γάλα, θρέμματα δὲ κεκτῆσθαι μόνα, ἅπερ ἄγεσθαι αὐτοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι· καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας.» Ἐλλόγιμον δὲ ἄνδρα ἡ τῶν Σκυθῶν ἤνεγκε γῆ τὸν Ἀνάχαρσιν, οὗ μέμνηται καὶ Ἡρόδοτος, λέγων ὅτι ὁ Εὔξεινος παρέχεται ἔθνη ἀμαθέστατα, καὶ ἐξ οὐδενὸς τῶν ἐντὸς τοῦ Πόντου ἀνὴρ ἐλλόγιμος λέγεται, παρὲξ τοῦ Σκυθικοῦ, ὅθεν ὁ Ἀνάχαρσις. Λέγονται δὲ οἱ νομάδες οὗτοι Σκύθαι καὶ μέχρι τῆς Θρακικῆς χερρονήσου ἐλάσαι ποτὲ, κατατρέχοντες τὴν Εὐρώπην, ὅτε ὁ Δαρεῖος ἐκεῖ στρατεύσας ἠρέθισεν αὐτούς.