Ancient Greek
Section 687
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 687
Not analysed yet
Ὅτι μετὰ τοὺς Ἀχαιοὺς οἱ προρρηθέντες Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ νηῒ, κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον· καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφ' ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους, καὶ τοὺς Τυνδαρίδας, ναὶ μὴν καὶ τὴν Διοσκουρίδα χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν. Ὅθεν καὶ ἡ παροιμία «ἐς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος», τουτέστιν εἰς αὐτὴν τὴν Κολχίδα γῆν, ἀπὸ μέρους, ἔνθα τὸ ἔσχατον τοῖς ἐκεῖ πλέουσιν· ἐπείτοιγε ἄλλως πολλὰ στάδια, φασὶ, καὶ πολὺς πλοῦς ἐκ τοῦ Φάσιδος εἰς τὸν μυχὸν τοῦ Εὐξείνου καὶ εἰς τὴν Διοσκουρίδα, ἧ συνεχής ἐστιν ἡ Τραπεζοῦς, κτίσμα Σινωπέων, μέγα ἐμπόριον, περὶ ἣν ἡ Τραπεζουσία χώρα. Καὶ ἡ Τυνδαριδῶν δὲ χώρα πρὸς αὐτῷ ἐστι τῷ τοῦ Πόντου μυχῷ, ἤτοι τοῦ Εὐξείνου. Περὶ ὧν καὶ διὰ τί Τυνδαρίδαι λέγονται, ἀνωτέρω εἴρηται.