Ancient Greek
Section 689
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 689
Not analysed yet
Ὅτι ἀκολούθως τῷ Ἡροδότῳ γνωματεύει καὶ οὗτος, μετήλυδας εἶναι τῆς Αἰγύπτου τοὺς Κόλχους, ὃ ἔστιν ἀποίκους ἢ μετοίκους. Πίστις δὲ τοῦ λόγου τούτου, ὅτι τε οὐλόκρανοι, τουτέστιν οὐλότριχές εἰσι κατὰ τοὺς Αἰγυπτίους καὶ μέλανες. Ἔτι δὲ καὶ τὰ παρ' αὐτοῖς Αἰγύπτια ἔθη, ὧν ἓν καὶ τὸ περιτέμνεσθαι, καὶ τὸ λινᾶς ἐσθῆτας ἀμπέχεσθαι· καὶ ἡ ζωὴ δὲ, φασὶ, καὶ ἡ γλῶσσα ἐμφερὴς ἦν τοῖς Κόλχοις καὶ τοῖς Αἰγυπτίοις. Ὁ δὲ Γεωγράφος φησί, «Κόλχοι μετὰ Ἡνιόχους, ὑπὸ τοῖς Καυκασίοις καὶ Μοσχικοῖς ὄρεσι.» Καλοῦνται δὲ Κόλχοι ἀπὸ Κόλχου υἱοῦ Φάσιδος. Τούτων δὲ ὑπερκεῖσθαι λέγονται οἱ Θοᾶνες, ἄνδρες οὐδὲν μὲν βελτίους τῶν προσοίκων Φθειροφάγων τῷ πίνῳ, πλουτοῦντες δὲ τῷ χρυσῷ. Χρυσὸν γὰρ παρ' αὐτοῖς οἱ χείμαρροι καταφέρουσιν, ὃν ὑποδέχονται οἱ ἐκεῖ μαλλωταῖς, ἀφ' ὧν τὸ χρυσόμαλλον ἐμυθεύθη δέρας, οὗ χάριν καὶ ὁ τῶν Ἀργοναυτῶν ἐγένετο πλοῦς. Καίτοι ὁ Χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμβράναις ἐμπεριειλημμένην, δι' ἣν ὡς λόγου ἀξίαν τὸν τῆς Ἀργοῦς καταρτισθῆναι στόλον φησί. Καὶ ταῦτα μὲν τοιαῦτα. Ὁ δὲ Διονύσιος τοὺς Κόλχους τοπογραφῶν κατοικεῖν φησιν αὐτοὺς περὶ τὸν ῥηθέντα μυχὸν τοῦ Εὐξείνου πόντου, μετὰ τοὺς εἰρημένους Τυνδαρίδας, ἐγγὺς τοῦ προειρημένου Καυκάσου, ὃς περὶ τὸν Ὑρκάνιον κόλπον οὔρεσιν ἠλιβάτοις αὔξεται· ἔνθα, φησὶ, καὶ ὁ Φᾶσις «Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην.» Εἰς γὰρ τὸν Εὔξεινον πόντον ἐκβάλλει καὶ ὁ Φᾶσις ποταμὸς, ὃς ἐκτείνει μὲν τὴν παραλήγουσαν, καλεῖται δὲ οὕτως ἀπὸ Φάσιδος, οὗ υἱὸς Κόλχος ἱστόρηται. Καταρρέει δὲ εἰς τὴν Κολχίδα τραχὺς καὶ βίαιος, περατὸς ἑκατὸν γεφύραις κατὰ τὸν Γεωγράφον διὰ σκολιότητα. Ἐμβάλλουσι δὲ εἰς αὐτὸν ποταμοὶ Γλαῦκος καὶ Ἵππος. Ἐπίκειται δὲ καὶ πόλις ὁμώνυμος. Οἱ δὲ περὶ αὐτὸν τόποι Φασιανὴ λέγεται χώρα ὑπό τε Διοδώρου καὶ ἄλλων. Καὶ οἱ Φασιανοὶ δὲ τὸ ὄρνεον ἐκεῖθεν παρονομασθῆναι δοκοῦσιν, ὡς αὐτόθι πλεονάσαντες. Ὁ δὲ Καύκασος καὶ Κάσπιος ὑπὸ τῶν ἐκεῖ καλεῖται, ὡς ὁ Γεωγράφος φησίν· ὃς λέγει καὶ ὅτι τὰ πρὸς θάλασσαν αὐτοῦ Κεραύνια ὄρη καλοῦνται ὁμωνύμως δηλονότι τοῖς Ἰλλυρικοῖς· καὶ ὅτι ὑπέρκειται ὁ Καύκασος οὗτος τοῦ Κασπίου πελάγους, διατειχίζων τὸν αὐτόθι ἰσθμὸν, καὶ ἀφορίζων πρὸς μὲν νότον Ἀλβανοὺς καὶ Ἴβηρας, πρὸς δὲ ἄρκτον Σαρμάτας.