Ancient Greek
Section 714
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 714
Not analysed yet
Ὅτι ἔοικε καὶ Ἐρυθραῖός τις εἶναι Καύκασος, εἴγε φησὶν ὁ Διονύσιος, Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·» κάλλιον δὲ γράφειν Καυκασίας κνημῖδας Ἐρυθραίων τ' Ἀριηνῶν, ἵνα λέγῃ, ὅτι οὐκ ἐρευνῶ τὸν βόρειον Καύκασον καὶ τὴν Ἀριανὴν χώραν, περὶ ἧς ἐν τοῖς ἑξῆς λεχθήσεται. Καὶ ὅρα ὅπως τοὺς τῶν ὀρέων κνημοὺς, ἤτοι πόδας, κνημῖδας εἶπεν ὑποκοριστικῶς ἢ μᾶλλον παρωνύμως, κατὰ ἰδίαν δριμύτητα, ὥς που καὶ τὸν πορθμὸν πορθμίδα εἶπε, καὶ τὴν Κασπίαν δὲ θάλασσαν Κασπίδα ὁμοίως ἐρεῖ.