Ancient Greek
Section 707
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 707
Not analysed yet
Ὅτι ὥσπερ Ἡσίοδος ἐν τοῖς περὶ τοῦ πλέειν λέγει, ὅτι «λέξω οὔτε τι ναυτιλίης σεσοφισμένος, οὔτε τι νηῶν· οὐ γάρ ποτε νηῒ ἔπλευσα,» καὶ τὰ ἑξῆς, διδοὺς νοεῖν ὅτι ὡς Μουσῶν ὑποφήτης οἶδε πάντα· οὕτω καὶ οὗτός φησιν, ὅτι «ῥᾷόν σοι καταγράψομαι καὶ τὴν Κασπίαν θάλασσαν, οὔτε ἰδὼν αὐτὴν, οὔτε νηῒ περάσας. Εἶτα πλατύνων θεατρικῶς τὸ νόημά φησιν, «οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἡ ἐμπορία πατρώιος, οὐδ' ἐπὶ Γάγγην ἔρχομαι, οὐδὲ τὰ καὶ τὰ ποιῶ, οἷάπερ ἄλλοι ψυχῆς, φησὶν, οὐκ ἀλέγοντες, ἵνα πολὺν ὄλβον ἕλωνται.» Τοῦτο δὲ γνωμικῶς καὶ παροιμιακῶς ἐπὶ τῶν τοῦ πλοῦ ἀφειδούντων λέγεται. «Ἀλλά με, φησὶ, Μουσῶν φέρει νόος», τουτέστιν αἱ ἐκ τῶν μαθήσεων γνώσεις, αἳ δύνανται δίχα πλάνης πολλὴν ἅλα μετρήσασθαι, οὔρεά τε ἤπειρόν τε καὶ αἰθερίαν ὁδὸν ἀστέρων. Καὶ σημείωσαι ὅτι ὁ Διονύσιος τοιοῦτον βουλόμενος ἔσεσθαι καὶ τὸν αὐτοῦ ἀκροατὴν τὴν παροῦσαν πραγματείαν ἐνεστήσατο, ὑφ' ἧς καὶ ἐκεῖνος ὡς οἷα ὑπὸ Μουσῶν φερόμενος τῷ Διονυσίῳ τούτῳ ἔσται ὅμοιος. Ὅρα δὲ καὶ ὅτι τὸ περιηγήσασθαι ἐνταῦθα καταγράψασθαι εἶπε καὶ μετρήσασθαι, εἰπών «καταγράψομαι θάλασσαν» καὶ «πολλὴν ἅλα μετρήσασθαι». Τούτῳ δὲ πάντως ὅμοιον καὶ τὸ γῆν μετρήσασθαι,» ἐξ οὗ τὸ γεωμετρεῖν συντέθειται. Ὁμηρικὴ δὲ ἡ λέξις, ληφθεῖσα ἐκ τοῦ «ὄφρα τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.»