Ancient Greek
Section 721
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 721
Not analysed yet
Ὅτι τὴν Κασπίαν θάλασσαν ὁ Διονύσιος πόρον ἀμείλιχον λέγει, ἔτι δὲ καὶ μεγάλην θάλασσαν. Διὰ τί δὲ μεγάλην; ὅτι οὐκ ἂν, φησὶν, ἐκείνην νηῒ περάσειας τριτάτης ἐπὶ κύκλα σελήνης, ὃ ἔστιν ἐπὶ μῆνας τρεῖς, δηλονότι κατὰ τὴν κύκλῳ περίοδον. Ἄλλως γὰρ εὐπέρατός ἐστι, μῆκος μὲν πλόον ἔχουσα τοῖς ἐρέσσουσι ιεʹ ἡμερῶν, εὖρος δὲ ὀκτὼ ἡμερῶν, ὅπου ἐστὶν εὐρυτάτη ἑαυτῆς, κατὰ τὸν Ἡρόδοτον. Ἐντεῦθεν δὲ σημείωσαι καὶ ὅτι οὐκ ἀκριβῶς ἐστι κυκλοτερὴς ἡ Κασπία θάλασσα, ὡς τάχα ὁ Περιηγητὴς ὑποτίθεται, ἀλλὰ ἑτερομήκης, ὡς καὶ ὁ Πτολεμαῖός φησιν.