Ancient Greek
Section 723
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 723
Not analysed yet
Ὅτι πολλὰ καὶ ἄλλα θαύματα ἡ Κασπία ἐν ἀνδράσιν αὔξει, φύει δὲ καὶ κρυστάλλους λίθους, καὶ ἴασπιν ἠερόεσσαν, ὃ ἔστιν ἀερώδη, σκοτεινὴν, ἐχθρὰν ἐμπούσαις καὶ ἄλλοις εἰδώλοις. Δοκεῖ γὰρ ἀλεξίκακος εἶναι ἡ λίθος αὕτη καὶ ἀποτροπιαστικὴ φασμάτων, ὧν ἕν ἐστι καὶ ἡ Ἔμπουσα, δαιμόνιόν τι περὶ τὴν Ἑκάτην, ἑνὶ ποδὶ δοκοῦν διοικεῖσθαι· ὅθεν καὶ παρονομάζεται, ὡς εἴ τις εἴποι, μονόπους ποδὶ ζώου, ὡς τοῦ ἑτέρου ποδὸς χαλκοῦ ὄντος κατὰ τὸν μῦθον. Ἐν δὲ τοῖς ἑξῆς ἐρεῖ καὶ ἑτέραν ἴασπιν ὑδατόεσσαν. Ὅτι δέ τινα δαιμόνια ὕλας πτοοῦνταί τινας, πολλοῖς δοκεῖ, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται.