Ancient Greek
Section 728
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 728
Not analysed yet
Ὅτι Σκύθαι Κρονίας ἁλὸς ἄγχι εἰσί. Περὶ ὧν οἷοι τὸν βίον εἰσὶν, ἤδη προγέγραπται. Καλεῖσθαι δὲ λέγονται Σκύθαι ἢ παρὰ τὰ σκύτη ἃ περιβέβληνται, ἢ παρὰ τὸ σκύζεσθαι ἤτοι ὀργίζεσθαι· ὀργίλοι γάρ εἰσιν· ἢ ἀπὸ Σκύθου υἱοῦ Ἡρακλέος, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. Ἦσαν δὲ Σκύθαι καὶ Θρᾴκιον ἔθνος, οἳ καὶ Νομαῖοι ἐλέγοντο.