Ancient Greek
Section 747
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 747
Not analysed yet
Ὅτι Ὦξος ὁ ποταμὸς, ὃν καὶ ἱερὸν οὗτος καλεῖ, ἐκ τοῦ Ἠμωδοῦ ὄρους διὰ τῆς Σουγδιάδος γῆς ἑλισσόμενος εἰς τὴν Κασπίδα βάλλει. Καὶ ὅρα τὸ Κασπίδα παρωνύμως καὶ αὐτὸ λεχθὲν κατὰ τὴν τοῦ Διονυσίου συνήθειαν. Ὄρος δὲ τὸ Ἠμωδὸν Ἰνδικὸν πρὸς ταῖς τοῦ Διονύσου στήλαις, ὅπερ τινὲς προπαροξυτόνως Ἤμωδον λέγουσι, καθὰ καὶ τὸ Ἰμάϊον, ὅπερ ἐστὶ τμῆμα τοῦ Ταύρου. Προϊὼν δὲ ὁ Διονύσιος πληθυντικῶς Ἠμωδὰ ὄρη ἐρεῖ τὸ αὐτό. Ἡ δὲ Σουγδιὰς γῆ καὶ Σουγδιανὴ λέγεται, ὅπου ἱστοροῦσι τὴν ἀνάλωτον εἶναι πέτραν, ἣν Ἀλέξανδρος εἷλε πολλῇ σπουδῇ τῶν Μακεδόνων, οὓς πτηνοῖς στρατιώταις εἴκαζον οἱ βάρβαροι σὺν γέλωτι, ὁπηνίκα τὴν ἀρχὴν τῇ ἁλώσει ἐπέβαλλον. Ἰστέον δὲ ὅτι ἐνταῦθά που περὶ τὸν Ὦξον, ὡς ἡ ἱστορία φησὶ, στρατεύοντος Ἀλεξάνδρου, οὐ μακρὰν τῆς αὐτοῦ σκηνῆς πηγὴ ὕδατος εὕρηται, καὶ ἄλλη ἐλαίου πλησίον αὐτῆς· καὶ ὁ μάντις Ἀρίστανδρος ἔφη, ὅτι πόνων τέ ἐστι σημεῖον τοῦ ἐλαίου ἡ πηγή· ἀθλούντων γὰρ ἄλειμμα τὸ ἔλαιον, ἀλλὰ καὶ νίκην ἐπὶ τοῖς πόνοις σημαίνει.