Ancient Greek
Section 749
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 749
Not analysed yet
Ὅτι μετὰ τὸν Ὦξον ὁ Ἰαξάρτης ποταμὸς, ὅπου οἱ Σάκαι τόξα ἔχοντες, ἃ οὐκ ἂν τις ἄλλος ἐλέγχοι τοξευτής· οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν. Τοῦτο δὲ παρῳδία ἐστὶ τοῦ παρ' Ὁμήρῳ ἀνεμώλια βάζειν. Καὶ τὸ ἐλέγχοι δὲ ἐξ Ὁμήρου ὁ Διονύσιος εἴληφεν, εἰπόντος «μὴ σύ γε μῦθον ἐλέγξῃς» ἀντὶ τοῦ ἀργὸν καὶ ἄπρακτον ποιήσῃς. Τοῦτο δὲ τὸ ἔθνος τοὺς Σάκας καὶ σακέων φασί τινες εὑρετὰς, παρωνυμουμένων αὐτοῖς. Ἡ δὲ ἱστορία φησὶ καὶ μεγάλα ἰσχῦσαί ποτε τοὺς Σάκας, καὶ μέχρι Εὐξείνου κατακτήσασθαι γῆν ἀρίστην, καί τινα γῆν Ἀρμενίαν ἀπ' αὐτῶν κληθῆναι Σακασηνήν· ἀπολέσθαι δέ φασιν ἄρδην αὐτοὺς ὑπὸ Περσῶν πανηγυρίζοντας ἀπὸ λαφύρων. Τινὲς δὲ τοῦτο οὕτως ἱστόρησαν, ὅτι τὸν Κῦρον οἱ Σάκαι ἡττήσαντες, εἶτα ἐξ ὑποστροφῆς ἐκείνου ἡττηθέντες διὰ μέθην ἀπώλοντο, καὶ διὰ τοῦτο ἀπεδείχθη πανήγυρις ἱερὰ Περσικὴ τὰ Σάκαια. Καὶ Κῦρος δὲ τὴν ἡμέραν, καθ' ἣν ἐκείνους κατέκοψεν, ἀνιερώσας πατρίῳ θεῷ Σακαίαν ἀνηγόρευσεν. Ἡρόδοτος δὲ λέγει ὅτι Πέρσαι πάντας τοὺς Σκύθας καλοῦσι Σάκας.