Ancient Greek
Section 75
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 75
Not analysed yet
Ὅτι καὶ ἡ Μασσαλία Γαλατική ἐστι, Φωκεῖς δὲ ᾤκησαν αὐτὴν, οἱ ἐκ τῆς ἕω φυγόντες τὴν τοῦ Κύρου δουλείαν. Καὶ ὅτι ὅρμον ἡ Μασσαλία ἔχει ἐπίστροφον, ὃ ἔστι περιφερῆ, περίδρομον καὶ καμπύλον, ἢ οὗ ἐπιστρέφονται οἱ ναυτιλλόμενοι. Ἀγαθὸς γὰρ τοῖς Μασσαλιώταις λιμὴν ὁ Λακύδων. Τὸ δὲ ἐπίστροφος καὶ παρ' Ὁμήρῳ κεῖται, ὅπου λέγει ὅτι καὶ Ὀδυσσεὺς ἐπίστροφος ἦν ἀνθρώπων. Φασὶ δὲ τοὺς Μασσαλιεῖς εὐδοκιμῆσαί ποτε περί τε ὀργανοποιΐαν καὶ ναυτικὴν παρασκευήν. Ἔστι δὲ οὐ μόνον χώρα Μασσαλία, ἀλλὰ καὶ πόλις Λιγύων περί που τὴν Κελτικὴν, ἐτυμολογουμένη ἀπὸ τοῦ μάσσαι, ὃ ἔστιν ἐκδῆσαι, Αἰολικῶς, καὶ ἀπό τινος ἁλιέως. Προσπλέων γάρ, φασιν, ὁ τῶν ἀποίκων Φωκαέων κυβερνήτης καὶ ἰδὼν ἐκεῖ ἁλιέα, ἐκέλευσε μάσσαι, ἤτοι δῆσαι, τὸ ἀπόγαιον πεῖσμα· ὅθεν καὶ ἡ πόλις Μασσαλία, παρὰ τὸ μάσσειν καὶ τὸν ἁλιέα.