Ancient Greek
Section 76
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 76
Not analysed yet
Ὅτι μετὰ τοὺς Μασσαλιώτας οἱ Λίγυες, οὓς Λιγυστίνους ὁ Λυκόφρων καλεῖ. Ὀνομάζονται δὲ οὕτως ἀπὸ Λίγυος ἀνδρὸς, ὃς τὸν Ἡρακλέα ἐκώλυεν εἰς τὰς Γηρυόνου βοῦς ἀπιόντα· ὅτε καί φασιν οἱ μῦθοι ὡς ἐπέλιπε μὲν τὸν Ἡρακλέα πᾶν ἀμυντήριον βέλος, ὁ δὲ ηὔξατο τῷ Διὶ ἐπαμῦναι· κἀκεῖνος ἀναγαγὼν νεφέλην λίθους ἄνωθεν ὗσεν, ἐξ ὧν καὶ τὸ λίθινον πέδον μεταξὺ Μασσαλίας καὶ Ῥηγίνης, μεστὸν χειροπληθῶν λίθων, οὓς ὑπὸ κεραυνῶν συνεχῶν ἢ τυφωνικῶν ἀναθυμιάσεων διαρραγῆναί φασιν οἱ σοφοὶ, καὶ ἐκ πλακώδους συνεχείας κατακερματισθῆναι εἰς μικρὰ, τὸν μῦθον ἀφέντες ληρεῖν ἃ θέλει. Ζῶσι δὲ ἀπὸ θρεμμάτων οἱ Λίγυες τὸ πλέον καὶ γάλακτος καὶ κριθίνων πομάτων. Οὕτω δὲ σφενδονῶσιν, ὡς ἡ ἱστορία λέγει, ὥστε ὀρνέων ἐπιφανέντων διορίζονται εἰς ποῖον ἕκαστος βαλεῖ, ὡς πάντες τευξόμενοι. Οἱ μέντοι παρὰ Τυρσηνοῖς Λίγυρες ἀπὸ Λίγυρος ποταμοῦ ὀνομάζονται. Ἰστέον δ' ὅτι ἐοίκασι καὶ Κολχικοί τινες Λίγυες εἶναι ἄποικοι τῶν Εὐρωπαίων, καὶ δηλοῖ ὁ Λυκόφρων, ἱστορῶν ἐν τοῖς Κόλχοις Κύταιαν Λιγυστικὴν πόλιν. Ἀριστοτέλης δὲ ἱστορεῖ τῶν τινας Λιγύων ἑπταπλεύρους πρός τινων λέγεσθαι, οὐ πιστεύων αὐτὸς τῷ τοιούτῳ λόγῳ, διὰ τὸ τοῖς ἀνθρώποις ἀνὰ ὀκτὼ ἑκατέρωθεν εἶναι πλευράς.