Ancient Greek
Section 787
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 787
Not analysed yet
Ὅτι ἐπὶ τοῖς ῥηθεῖσι ποταμοῖς οἱ Παφλαγόνες τε παράλιοι νέμονται, ἀπὸ Παφλαγόνος οὕτω κληθέντες υἱοῦ Φινέως· καὶ οἱ Μαριανδυνοὶ, ὅπου καὶ ἡ κατὰ τὸν Πόντον Ἡράκλεια, ἐπώνυμος μὲν Ἡρακλέος, Μιλησίων δὲ κτίσμα κατὰ τὸν Γεωγράφον. Ξενοφῶν μέντοι φησὶν ὅτι ἡ ἐν τῷ Πόντῳ Ἡράκλεια Μεγαρέων ἄποικος. Ἐνταῦθα διὰ τοῦ πεδίου ῥέει ποταμὸς, Λύκος ὄνομα, εὖρος ὡς δύο πλέθρων. Οἱ δὲ Μαριανδυνοὶ οὕτω καλοῦνται ἀπό τινος Αἰολέως Μαριανδύνου οὕτω καλουμένου. Καὶ τὸ ἐθνικὸν δὲ Μαριάνδυνος μὲν λέγεται προπαροξυτόνως κατὰ τοὺς Αἰολεῖς, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικὰ, ἡ δὲ κοινὴ χρῆσις ὀξύνει αὐτὸ, κατὰ τὸν τύπον τῶν εἰς νος ἐθνικῶν. Οὐ παραλήγεται δὲ τῷ η, ὡς τὰ ὅμοια ἐθνικὰ, διὰ τὸ ἀκολουθῆσαι τῇ γραφῇ τοῦ ὁμωνύμου κυρίου ὀνόματος. Περὶ δὲ τὴν τῶν Μαριανδυνῶν γῆν βοτάνη φύεται δηλητηριώδης τὸ ἀκόνιτον, περὶ οὗ μῦθός φησιν, ὅτι ὁ Κέρβερος ὁ χαλκεόφωνος Ἀΐδου κύων ἀνελκόμενος ἐξ ᾅδου ὑπὸ μεγαλόφρονος Ἡρακλέος, καὶ λυττήσας δεινὸν ἐκεῖ ἀπὸ στόματος ἔβαλε σιαλώδη χυμὸν ἢ χυλὸν, ὃν δεξαμένη ἡ γῆ αὐτόθι πῆμα ἐφύτευσε τὸ ἀκόνιτον. Ὄνομα δὲ φαρμάκου τοῦτό ἐστι, πρὸς ὃ οὐκ ἔστι κονίσασθαι καὶ οἷον παλαῖσαι καὶ ἀντιπαλαμήσασθαι· διὰ τοῦτο γὰρ καὶ ἀκόνιτον λέγεται, οἱονεὶ ἀκαταπάλαιστον.