Ancient Greek
Section 791
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 791
Not analysed yet
Σημείωσαι δὲ διὰ τοῦ σιαλώδεος, ὅτι οὐ μόνον σίελος λέγεται διὰ τοῦ ε, ἀλλὰ καὶ σίαλος διὰ τοῦ α, ὡς καὶ ὕελος καὶ ὕαλος. Διόδωρος δὲ οὕτω περὶ τούτου φησίν, «Ἡράκλεια Μεγαρέων ἄποικος, περὶ ἣν Ἀχερουσία χερρόνησος, ὅπου φασὶν Ἡρακλέα τὸν ἐξ ᾅδου Κέρβερον ἀναγαγεῖν.» Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοιούτων· «ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριανδυνοὶ, ἔνθα πόλις Ἡράκλεια πεπόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν.» Τὸ δ' ἀκόνιτον πάλαι μὲν, φασὶν, ἀσινὲς ἦν, ὕστερον δὲ κακόν τι γέγονε φάρμακον διὰ τὸν ἰὸν, ὃς τῶν ἐχιδνῶν ἀποστάξας, αἳ τῆς τοῦ Κερβέρου κεφαλῆς ἐκπεφύκασιν, ἔβλαψε τὴν πόαν. Καὶ τάχα τις ἀστεϊζόμενος πρὸς τὸν μῦθον καὶ τὸν Ἡράκλειον τοῦτον ἆθλον κάτω βάλλων ἐρεῖ μηδὲν ἀγαθὸν τὸν Ἡρακλῆ ἐνταῦθα καταπράξασθαι. Οὐ γὰρ τοσοῦτον ἀνθρώποις εἶναι πῆμα τὸν Κέρβερον κάτω μένοντα, ὅσον ἄνω γενόμενον. Τότε μὲν γὰρ νεκροῖς ἐνεκάθητο, οὓς οὐκ ἔστι δὶς θανεῖν, ἄνω δὲ φανεὶς καὶ τὸ ἀκόνιτον ἐκφήνας κακὸν μέγα τοῖς ζῶσιν ἐγένετο. Ὑποκάθηται δὲ τῷ λόγῳ τούτῳ καὶ σκῶμμα κατὰ τῶν Ποντικῶν Ἡρακλεωτῶν. Εἰ γὰρ ἐπαινετέα ἡ σιλφιοφόρος Κυρήνη διὰ τὴν εὔχρηστον βοτάνην τὸ σίλφιον, μωμητέοι ἐκ τοῦ ἀνάπαλιν ἄνθρωποι, παρ' οἷς τὸ θανάσιμον φύεται, εἴγε καὶ ὁ θύμος μηδὲν βλάπτων ὅμως ψεκτέαν τὴν θυμοφόρον ποιεῖ γῆν. Χαλκεόφωνον δὲ τὸν Κέρβερον παρατετηρημένως καλεῖ, ὡς τῆς τῶν κυνῶν ὀξείας φωνῆς ἀπηχήσει παρεοικυίας χαλκοῦ. Ἰστέον δὲ ὅτι ἐπεχωρίαζον τοῖς Μαριανδυνοῖς θρήνων αὐληταὶ, ὡς καὶ ἡ παροιμία δηλοῖ, Μαριανδυνοῦ μεμνημένη θρηνητῆρος. Θρηνητικοὶ δὲ καὶ οἱ Κᾶρες, ἀφ' ὧν καὶ Καρικὰ θρηνώδη αὐλήματα. Τοιοῦτοι δὲ καὶ οἱ Φρύγες, ἔτι δὲ καὶ οἱ Μυσοί. Διὸ καὶ Αἰσχύλος φησὶ, βόα τὸ Μύσιον, ἤγουν θρήνει. Μυθεύεται δὲ παῖς Τιτίου ὁ Μαριανδυνὸς, ὃς τὴν ὀδυρτικὴν αὐλῳδίαν ηὔξησε, καὶ ἐδίδαξε τὸν Μαρσύου τοῦ αὐλητοῦ πατέρα, ἐξ οὗ καὶ Μαριανδυνοὶ αὐλοὶ ἐπιτήδειοι τοῖς θρηνοῦσιν. Οὗτος κυνηγετῶν, φασὶν, ἀπώλετο, καὶ οἱ Μαριανδυνοὶ ἐν ἀκμῇ θέρους ἐθρήνουν αὐτόν.