Ancient Greek
Section 809
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 809
Not analysed yet
Ὅτι μετὰ τὴν Μυσίαν ὁ τῆς μικρᾶς Φρυγίας ἄσπετος ἀγκὼν, ἤγουν ἀγκάλη, ἐπιτρέχων εἰς Ἑλλήσποντον πρὸς ἑσπέραν, ὑπὸ τοὺς τῆς Ἴδης πόδας, ἐνδότερον δὲ ἐπ' ἀνατολὰς ἡ εὐρυτέρα Φρυγία, ὃ ἔστιν ἡ μεγάλη, ἧς Μίδας ἐβασίλευσε, παρὰ τῷ προειρημένῳ Σαγγαρίῳ ποταμῷ, οὗπερ αἱ πηγαὶ περί τινα λέγονται εἶναι κώμην Σαγγίαν καλουμένην. Ταύτην δὲ τὴν μεγάλην Φρυγίαν καὶ ἱππόβοτον λέγει καὶ λιπαράν. Ὀλβιωτάτους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς ἱστορεῖ, λέγων καὶ ὅτι «λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι, καὶ ὅτι μαίνονται τῇ Ῥέᾳ, καὶ πρὸς Κορυβάντων κατέχονται, ἤγουν κορυβαντιῶσι δαιμονῶντες. Ὅταν δὲ κατάσχῃ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι.» Ἔστι δὲ, φασὶ, Φρυγία καί τις τόπος Εὐρωπαῖος περὶ τὴν Οἴτην τὸ τῆς Τραχῖνος ὄρος, οὕτω κληθεῖσα παρὰ τὸ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα καυθέντα. Τὸ δὲ πόδας Ἴδης ἐξ Ὁμήρου ληφθὲν Πινδάρῳ μὲν δέδωκεν ἀφορμὴν σφυρὰ ὄρους εἰπεῖν, τῷ δὲ Λυκόφρονι πτέρναν πύργου, καὶ ἄλλοις κνημοὺς ὄρους. Ἰστέον δὲ ὅτι Διονύσιος μὲν Ἀσιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, ἄλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους εἶναί ποτε Φρύγας, ἐξ ὧν περαιωθέντων οἱ κατὰ τὴν Ἀσίαν ἐγένοντο· ὥσπερ καὶ Μυσοὶ οὐ μόνον Εὐρωπαῖοι, οἵ γε καὶ πέραν Ἴστρου ἦσαν, ἀλλὰ καὶ Ἀσιανοὶ, ὧν μέρος καὶ οἱ Ὀλυμπηνοὶ Μυσοὶ, λεγόμενοι οὕτως, ὥς που προείρηται παρὰ τὸν μυσὸν, ὅστις ἐστὶν ἡ ὀξύα κατὰ τὴν τῶν Μυσῶν ἢ Λυδῶν γλῶσσαν· πολὺ γὰρ τὸ τοιοῦτον φυτὸν παρὰ τοῖς Μυσοῖς. Οὕτω δέ φασι δύσεργον εἶναι διορίσαι Μυσοὺς καὶ Φρύγας διὰ τὸ ἀδιάφορον τῆς οἰκήσεως, ὥστε τάχα καὶ τὴν παροιμίαν ἐντεῦθεν διεκπεσεῖν τὴν λέγουσαν, «πόρρω τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.» Ὡσαύτως δὲ συγκέχυνται οἱ Λυδοὶ καὶ Μαίονες, οἱ καὶ Μῄονες παρὰ τῷ Ποιητῇ. Ἀρριανὸς δέ φησιν ὅτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώνης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφ' ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ' ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν.» Ἡρόδοτος δέ φησι καὶ αὐτὸς πρώτους ἀνθρώπων τοὺς Φρύγας εἶναι, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, ἔνθα τὸν ἀρχαῖον βεκκεσέληνον λέγει, ἀπό τε τῶν Ἀρκάδων τῶν πρὸ τῆς σελήνης μυθευομένων εἶναι καὶ ἀπὸ τοῦ βέκου. Βέκος δὲ ὁ ἄρτος Φρυγιστί.