Ancient Greek
Section 815
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 815
Not analysed yet
Ὅτι ὑπὸ ταῖς πλευραῖς τῆς μικρᾶς Φρυγίας ἡ Ἴλιος, μεταξὺ τῆς Ἴδης καὶ τῆς θαλάσσης. Ταύτην τὴν πόλιν ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων λέγει, καὶ ἔργον μέν φησι γενέσθαι Ποσειδῶνος καὶ Ἀπόλλωνος κτισάντων, ὑπὸ Ἀθηνᾶς δὲ καὶ Ἥρας ἀπολέσθαι, ὃ ἔστιν ὑπό τε φρονήσεως καὶ ὑπὸ ἡραίας ἤγουν βασιλικῆς ἀνδρώδους δυνάμεως· ἢ καὶ ἄλλως ἀστείως, ὅτι ἄνδρες μὲν τὴν πόλιν ἵδρυσαν, γυναῖκες δὲ κατέρριψαν. Ὅτι δὲ ἐξήλειπται ἀφανισθεῖσα ἡ παλαιὰ Ἴλιος, ὡς μηδὲ θεμελίους ὑπολειφθῆναι αὐτῆς, ἀριδήλως ἡ παλαιὰ ἱστορία φησίν. Ἰστέον δὲ ὅτι ἐπαναλαμβάνει καὶ τὴν Ἴλιον κατὰ συνήθειαν ποιητικὴν, οὐ μόνον διὰ τὸ σεμνὸν ἄλλως τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὸ θρήνων ἄξια παθεῖν αὐτήν. Διὸ καὶ ὁ Λιβάνιός που Αἰγαίου μὲν πελάγους καὶ ἄλλων τινῶν τόπων πρὸς ὄνομα ψιλὸν καὶ μόνον ἁπλῶς οὕτως μέμνηται, τῆς Τροίας δὲ οὐχ οὕτως, ἀλλὰ τὴν τὰ δεινότατα παθοῦσαν Πριάμου πόλιν φησὶν, οἰκτισάμενος ὡς ἐκ παρόδου αὐτήν. Ἰστέον δὲ ὅτι καὶ τρεῖς ἀναγράφονται Φρυγίαι παρὰ τοῖς παλαιοῖς. Μία μὲν ἡ μεγάλη, ἧς ὁ Μίδας ἄρξαι λέγεται, περὶ ἣν καὶ ἡ Πισιδία καὶ τὸ Ἀμόριον καὶ τὰ Σύνναδα καὶ ἡ Λαοδίκεια. Ταύτης δὲ τῆς μεγάλης ἐστὶ καὶ ἡ παρώρειος Φρυγία, περὶ ἣν τὸ Φιλομήλιον· καὶ αὕτη μὲν μία Φρυγία. Δευτέρα δὲ καὶ ἑτέρα Φρυγία ἡ μικρὰ ἡ ἐν Ἑλλησπόντῳ καὶ περὶ Ὄλυμπον. Καὶ τρίτη ἡ λεγομένη Ἐπίκτητος, ἐν ᾗ τὸ Κοτυάειον καὶ τὸ Δορύλαιον, ὡς ὁ Γεωγράφος ἱστορεῖ, τὸ καὶ Δορυλάειον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην καὶ Δορύλλειον, διὰ διφθόγγου, ὥσπερ καὶ Δοκίμειον, πόλις καὶ αὐτὸ Φρυγίας· οὕτω δὲ καὶ Σύλλειον, ἐν δυσὶ λλ ἢ καὶ δι' ἑνός. Ἔστι δὲ καὶ αὐτὸ κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα πόλις Φρυγίας, ἢ κατά τινας, ὥς φησι, Παμφυλίας. Δῆλον δὲ ὅτι καὶ Σύλαιον τὸ τοιοῦτον γράφεται.