Ancient Greek
Section 828
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 828
Not analysed yet
Ὅτι δὲ αἱ Ἀμαζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτὲ, δηλοῦσι καὶ κρῆναί τινες Ἀμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οἷον ἡ Ἔφεσος αὕτη, ἡ Ἀναία, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμη. Ἔστι δὲ καὶ Ἐλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος. Καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα, τόπος διὰ τοῦ ι ἔχων τὴν παραλήγουσαν, ἀπὸ μιᾶς τῶν ὑφ' Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι, τουτέστιν αἱ ὑπερέχουσαι καὶ ἀξιολογώτεραι, κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν, εἰσὶν αὗται πρὸς ὄνομα, Τράλλα, Ἰσοκράτεια, Θίβα, Πάλλα καὶ ἄλλαι. Καὶ ἡ Σμύρνα δὲ Ἀμαζὼν οὖσα καὶ αὐτὴ κατασχεῖν τὴν Ἔφεσον λέγεται, ἀφ' ἧς καὶ Σμύρνα τόπος Ἐφέσου. Καὶ αὐτὴν δὲ τὴν Ἔφεσον Σμύρναν κληθῆναί ποτε λέγουσι. Φασὶ δὲ τὴν τῆς Ἐφέσου πόλιν ἐν κοίλῳ τόπῳ οἰκισθεῖσαν τὴν ἀρχὴν καὶ χειμῶνι κατακλυσθεῖσαν ὑπὸ Λυσιμάχου μετατεθῆναι ἔνθα νῦν ἐστι, καὶ Ἀρσινόην κληθῆναι ἀπὸ Ἀρσινόης τῆς ἐκείνου γυναικός. Φέρεται δὲ καὶ Δούριδος καλὸν ἐπίγραμμα εἰς τὸν τοιοῦτον κατακλυσμὸν, ἐν ᾧ καὶ ἀοιδοτάτην τῶν Ἰάδων πόλεων τὴν Ἔφεσον ἐκεῖνος λέγει· ἀρχὴ δὲ τοῦ ἐπιγράμματος αὕτη· Ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; καὶ τὰ ἑξῆς. Τὴν δὲ Ἔφεσον τὸ κύριον ὄνομα, γυνὴ γὰρ ἡ Ἔφεσος, ἀφ' ἧς ἡ πόλις ὀνομάζεται, πρόσπολον Ἀρτέμιδός φασι, καὶ θυγατέρα αὐτῆς τὴν Ἀμαζὼ ἱστοροῦσιν, ἀφ' ἧς αἱ Ἀμαζόνες. Οἱ δέ φασι τὰς Ἀμαζόνας ὑπὸ Ἡρακλέος διωκομένας, ὅτε κελεύοντος Εὐρυσθέως ἐπὶ τὸν τῆς Ἱππολύτης ἐστάλη ζωστῆρα, καταφυγεῖν ἐπί τινα βωμὸν Ἀρτέμιδος, κἀκεῖ τυχεῖν ἀφέσεως, καὶ τὸν τόπον ἐκεῖθεν Ἔφεσον κληθῆναι κατὰ παραγραμματισμὸν, ἀντὶ τοῦ Ἄφεσον. Ἔθνος δὲ γυναικεῖον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. Ἐκαλοῦντο δέ ποτε καὶ Σαυρομάτιδες, διὰ τὸ ἐν τῇ Σαυροματικῇ ποτε Σκυθίᾳ οἰκῆσαι, καθὰ προγέγραπται ἐν τοῖς περὶ Σαυροματῶν· ἢ οἱονεὶ σαυροπάτιδες, διὰ τὸ σαύρας πάσασθαι, ὅ ἐστι γεύσασθαι· τοιούτων γὰρ ἤσθιον κρεῶν. Διὸ καὶ Ἀμαζόνες ἐκαλοῦντο κατά τινας, οὐ μόνον ὡς μονόμαζοι· ἐπεκαίοντο γὰρ βρέφοθεν τὸν δεξιὸν μαζὸν, ὡς ἂν μὴ ἐπικωλύῃ τὴν τοξείαν, ἀλλὰ καὶ οἷα μὴ μάζαις ἀλλὰ κρέασι θηρίων ἐπιτρεφόμεναι. Καὶ ταῦτα μὲν τοιαῦτα. Τὸν δὲ ῥηθέντα Μαίανδρον σκολιόν φασι ῥέειν, ἀφ' οὗ καὶ τὰς τῶν ποταμῶν σκολιότητας πάσας Μαιάνδρους καλεῖσθαι. Ἱστορεῖται δὲ ὅτι τὴν ἀνωτέρω εἰρημένην Πριήνην πρὸς τῇ θαλάσσῃ. οὖσαν τὰς ἀρχὰς μεσόγεων πεποίηκεν ὁ Μαίανδρος μακρῷ προσχώματι· φησὶ γὰρ ὁ Γεωγράφος· «οὕτω γὰρ ὁ Μαίανδρος πολὺν χοῦν κατάγων καὶ ὅπη τύχῃ τοῦ αἰγιαλοῦ προστιθεὶς πεποίηκε τὴν Πριήνην μεσόγεων τεσσαράκοντα σταδίων προσχώματι, ἐπὶ θαλάττῃ πρότερον οὖσαν.»