Ancient Greek
Section 830
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 830
Not analysed yet
Ὅτι μετὰ τοὺς Ἴωνας οἱ Μῄονες, ὧν καὶ Ὅμηρος μέμνηται, ἤγουν οἱ Λυδοὶ, ἐπ' ἀνατολὰς, ἔθνος χώραν ἀγαθὴν οἰκοῦν καὶ πολυαργυρωτάτην, ὥς φασιν οἱ παλαιοὶ, ἔνθα ὁ ἠνεμόεις Τμῶλος τὸ ὄρος, ὅθεν ὁ Πακτωλὸς ῥέων χρυσὸν ὁμοῦ δίνῃσιν ἐφελκόμενος κελαρύζει. Χρυσορρόας γὰρ ἱστορεῖται ὁ Πακτωλὸς ποταμὸς, ἢ ὡς αὐτὸ τοῦτο χρυσοῦ κατασύρων ψήγματα, ἢ ὡς λιπαίνων τὴν ἐγχώριον γῆν, καὶ πλουτοποιὸς τοῖς ἐκεῖ γινόμενος. Καὶ ὅρα καὶ ἐνταῦθα τὸ κελαρύζειν, οὐ πάνυ προσφυὲς ὂν μεγαλειότητι ποταμίου ῥεύματος, ὡς οὐδὲ ἐν τοῖς πρὸ τούτου ἐπὶ τοῦ Κηφισοῦ. Ὁ δὲ Πακτωλὸς καταφέρεσθαι λέγεται εἰς τὸν Ἕρμον, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέγων «Πακτωλὸς ψῆγμα χρυσοῦ καταφέρων ἐκ τοῦ Τμώλου εἰς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ.» Ὁ δὲ Ἕρμος ῥέων διὰ τῆς Σαρδιανῆς ἐκδίδωσιν εἰς τὴν τῆς Φωκαίας θάλασσαν. Λίαν δὲ καὶ τὴν τῶν Λυδῶν ἐξυμνεῖ ὁ Διονύσιος ὡς εὐδαίμονα, θεῖόν τε ἔδαφος αὐτὴν ἀποκαλῶν καὶ λέγων κύκνων λιγυρὰν ὄπα ἔαρος ὥρᾳ ἀκούεσθαι ἐν ταῖς τοῦ Πακτωλοῦ πλευραῖς, οἳ καθ' ὕλην ἔνθα καὶ ἔνθα νέμονται αὐξομένης ἐπὶ πόας, καὶ ὅτι πολλοὶ μὲν λειμῶνες ἐν Ἀσίᾳ θάλλουσιν, ἔξοχα δὲ κατὰ τὸ Μαιάνδριον πεδίον. Διό τινες καὶ τὸ παρ' Ὁμήρῳ «Ἀσίω ἐν λειμῶνι» ἐντεῦθεν νοοῦσιν, ὡς τάχα τῆς Μῃονίας Ἀσίας λεγομένης. Μεθ' ἣν καὶ ἔθνος τι οἱ Μυσοὶ κατὰ τὸν Γεωγράφον, ἄλλο παρὰ τοὺς Ὀλυμπηνούς. Φησὶ γὰρ ἐκεῖνος· «Μυσοὶ μετὰ Λυδοὺς, καὶ πόλις Φιλαδέλφεια.» Λέγει δὲ ὁ Διονύσιος καὶ τὸν Κάϋστρον ἥσυχα καχλάζοντα ἢ παφλάζοντα ἐπιρρέειν ὕδατι ἀγλαῷ εἰς τὸν Μαίανδρον.