Ancient Greek
Section 846
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 846
Not analysed yet
Ὅτι ὥσπερ Πάμφυλος καὶ Παμφύλιος τὸ ἐθνικὸν, καὶ Σύρος καὶ Σύριος, οὕτω καὶ Λυδὸς καὶ Λύδιος. Διαβάλλονται δὲ οἱ Λυδοὶ ἐπὶ πονηρίᾳ, ὅθεν καὶ ἡ παροιμία «Λυδοὶ πονηροὶ, δεύτεροι δ' Αἰγύπτιοι, καὶ τρίτοι Κᾶρες.» Αἱ δὲ Λυδαὶ πορνεύεσθαι πᾶσαι λέγονται, καὶ δῶρα πλείω διδόναι ἢ λαμβάνειν. Οὕτω δέ φασι καὶ παρ' Ἀρμενίοις παρθένους ἐπιφανεῖς ἀνιερωθείσας θεᾷ τινι λεγομένῃ Ἀναΐτιδι καταπορνεύεσθαι, εἶτα πρὸς γάμον ἐκδίδοσθαι, μηδενὸς ἀπαξιοῦντος ταῖς τοιαύταις συνοικεῖν.