Ancient Greek
Section 839
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 839
Not analysed yet
Ὅτι ἀποσεμνύνων τὴν γῆν τῶν Λυδῶν ὁ Διονύσιος ὡς καὶ καλλιγύναικά φησιν ὅτι «οὐ μὴν οὐδὲ τὰς Λυδὰς μέμψαιτό τις γυναῖκας, αἳ χρυσοῦν ἅμμα κατὰ ὀσφύος βαλοῦσαι, ἤγουν ζώνῃ χρυσῇ ζωσάμεναι, κύκλον χοροῦ θηητὸν ἑλίσσουσι, χοροστασίας τελοῦσαι τῷ Διονύσῳ.» Εἶτα ἐνθουσιῶν οἷον ὁ ποιητὴς πανηγυρικώτερον ἐπὶ τῇ τῆς χώρας εὐδαιμονίᾳ καὶ ἀφελείᾳ λόγου γοητεύων τὸν ἀκροατὴν, ἢ καὶ ὡς εἰπεῖν τοῖς ἔπεσι χορεύων καὶ ἐπορχούμενος ἐπάγει, «σὺν καὶ παρθενικαὶ νεοθηλέες οἷά τε νεβροὶ σκαίρουσιν, τῇσι δὲ, ἤγουν ταύταις, περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσι περὶ στήθεσσι χιτῶνας.» Τὸ δὲ νεοθηλέες τοῖς νεβροῖς συντακτέον, παρθένοις γὰρ τοιαύταις οὐ πάνυ προσφυὲς τὸ ὄνομα. Χαιρόντων δὲ τὸ σκαίρειν· τὸ μέντοι σπαίρειν κινδυνώδης λέξις ἐστὶν, ὥσπερ καὶ τὸ ἀσπαίρειν. Τὸ δὲ σμαραγεῖν ἰδοὺ καὶ ἐπὶ ἀνέμων ὀνοματοπεποίηται· ὅθεν καὶ Ζεὺς ἐρισμάραγος, ἤτοι ἀὴρ πολύηχος. Ἐνταῦθα δὲ οὐ μόνον ὡς δεξιὰς χοροποιοὺς ὁ Διονύσιος, ἀλλὰ καὶ ὡς ἀγαθὰς ὑφαίνειν τὰς Λυδὰς ἐπαινεῖ. Ὅτι δὲ καὶ πλούσιοι πάλαι ποτὲ οἱ Λυδοὶ δῆλον, παρ' οἷς πρώτοις καὶ νομίσματα χρυσοῦ καὶ ἀργύρου ἐκόπη· καὶ τρυφὴν δὲ πολλὴν εἶχον, ὅθεν καὶ παίγνια πολλὰ ἐξεῦρον αὐτοί. Λέγονται δὲ καὶ ἀνδρεῖοί ποτε γενέσθαι καὶ ἀλκιμώτατοι, καὶ ἀγαθοὶ εἶναι ἱππεύειν. Διὸ καὶ παρὰ Λύδιον ἅρμα θέειν λέγονται παροιμιακῶς οἱ ἐν ἡνιοχείᾳ ἡττώμενοι.