Ancient Greek
Section 858
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 858
Not analysed yet
Ὅτι τὸ τῶν Πισιδέων πεδίον, οὓς καὶ Σολύμους τινές φασι, λιπαρὸν λέγει, ὧν πόλις καὶ ἡ Σέλγη, ἣν καὶ κτίσμα λέγει λαοῦ Ἀμυκλαίων καὶ μεγαλώνυμον καλεῖ. Φασὶ γὰρ δισμυρίανδρον τὴν πόλιν ταύτην γενέσθαι ποτέ. Ἀπὸ Πισίδου δέ τινος ὀνομασθῆναι λέγονται οἱ Πισίδαι, δι' ἑνὸς σ ἐκφερόμενοι, καὶ ποτὲ μὲν ἐν συστολῇ, ποτὲ δὲ ἐν ἐκτάσει τὴν ἄρχουσαν ἔχοντες. Λέγεται δὲ ὑπὸ Κάλχαντος πρότερον ἡ Σέλγη κτισθῆναι, εἶτα ὑπὸ Λακεδαιμονίων. Ἀξιολογώτατοι δὲ Πισιδέων οἱ Σελγεῖς, καὶ δι' ἐρυμνότητα τῆς πόλεως οὐδέποτε ὑπ' ἄλλοις γενόμενοι, Ἀλεξάνδρῳ δὲ πρεσβευσάμενοι, καὶ κατὰ φιλίαν εἰπόντες δέχεσθαι τὰ προστάγματα. Ἱστορεῖται δὲ καὶ πάνυ ποτὲ τὴν πόλιν ταύτην εὐνομηθῆναι, Λακώνων, ὡς εἴρηται, μετοικησάντων εἰς αὐτήν· ὅθεν καὶ ἀσελγεῖς φασι κατὰ στέρησιν καλεῖσθαι τοὺς αἰσχροὺς καὶ οὐ ζῶντας εὐνόμως μηδὲ ἐοικότας τοῖς Σελγεῦσι κατὰ ἤθους χρηστότητα. Καίτοι ἄλλοι τὸ ἀνάπαλιν φαυλοτάτους τοὺς ἐκεῖ ἱστοροῦσιν, ὅθεν κατ' ἐπίτασιν λέγεσθαι τὴν ἀσέλγειαν ἐπὶ τῶν οὐ καθαρῶς ζώντων, ἀλλὰ τοῖς Σελγεῦσιν ἐοικότων. Κρείττων δὲ ἡ πρώτη ἐπιβολὴ τῆς ἐτυμότητος· τάχα γὰρ οὐκ ἂν ὁ Διονύσιος μεγαλώνυμον εἶπε τὴν Σέλγην, εἰ φαύλους τοὺς πολίτας ἔτρεφεν.