Ancient Greek
Section 859
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 859
Not analysed yet
Ὅτι πόλεις Πισιδέων καὶ ἡ Λύρβη καὶ ἡ Τερμησσὸς ὑπερκειμένη τῆς Κιβύρης, μεγίστης διοικήσεως· ἔνθα ἴδιόν φησιν ὁ Γεωγράφος τὸν σίδηρον ῥᾳδίως τορεύεσθαι. Ταύτην τινὲς διὰ τοῦ λ γράφουσι Τελμησσὸν, καὶ λέγουσιν ὅτι Τελμησσὸς ἡ πόλις πλεονασμὸν ἔπαθεν ἐπεντεθέντος τοῦ λ· ἐκλήθη γὰρ ἀπὸ Τεμησσοῦ τοῦ Ἀπόλλωνος, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν. Σημείωσαι δὲ ὅτι κρείττων ἡ διὰ τοῦ ρ προεκτεθεῖσα γραφή. Φέρεται γὰρ ἐν τοῖς Ἐθνικοῖς, τὴν μὲν διὰ τοῦ λ Τελμησσὸν πόλιν εἶναι τῆς Καρίας ἢ Λυκίας, τὴν δὲ Τερμησσὸν τῆς Πισιδίας. Λέγει δὲ καὶ ὁ Γεωγράφος· «Τελμησσὸς πολίχνη Λυκίων, καὶ Τελμησσὸς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος.» Αὕτη δὲ ἡ Τερμησσὸς καὶ μείζων λέγεται, πρὸς ἀντιδιαστολὴν ἑτέρας ἀποίκου αὐτῆς, καλουμένης μικρᾶς Τερμησσοῦ.