Ancient Greek
Section 861
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 861
Not analysed yet
Ὅτι μετὰ τὰς Πισιδέων πόλεις πρὸς αὐγὰς ἡ τοῦ Ἰσσικοῦ ἤτοι τοῦ Παμφυλίου πελάγους ἐστὶ καμπὴ σκολιουμένη, ὡς καὶ ἀλλαχοῦ προείρηται, καὶ οἷον περίδρομος ἐπὶ πολὺ ἔσω βαίνουσα, οὐκ ἀρνουμένη δὲ οὐδὲ τὸν Εὔξεινον, ὡς οἱ παλαιοὶ γράφουσιν, ἀλλὰ πρὸς αὐτὸν ἐν τῷ κάμπτεσθαι νεύουσα· διὸ καὶ ὥσπερ ὁ Ὑρκάνιος, οὕτω καὶ αὐτὸς ὁ Παμφύλιος γείτων τοῦ Εὐξείνου λέγεται, καίτοι ἄλλως ἐπὶ μακρὸν ἀφεστηκώς. Ἰστέον δὲ ὅτι μακρὸς ἐπὶ ἀνατολὴν περισυρόμενος τὴν τῶν Κιλίκων γῆν ὁ Ἰσσικὸς οὗτος κόλπος, καὶ προκείμενον ἔχων ἔγγιστα τὸν Ταῦρον τὸ ὄρος ἀποτελεῖ τὰ κατὰ τὸν Διονύσιον λεγόμενα τῆς Ἀσίας στενά. Ταῦτα δὲ λέγεται ἀνοῖξαι Ἀλέξανδρος εἰς εὐρυχωρίαν τῷ στρατῷ παράγων ἐκεῖ, κάλλιόν τι καινοτομήσας αὐτὸς καὶ τῆς περὶ τὸν Ἄθω Ξερξικῆς ἀλαζονείας πάνυ τι χρησιμώτερον. Ἀρριανὸς δὲ λέγει καὶ εὐτυχῆσαι τηνικαῦτα τὸν Ἀλέξανδρον· ἄλλως γὰρ μὴ οὔσης ὁδοῦ ἐν τῇ κατὰ Φασήλιδα θαλάσσῃ, ὅτι μὴ τῶν ἀπ' ἄρκτου ἀνέμων πνεόντων· εἰ γὰρ νότοι κατέχοιεν, ἄπορόν ἐστι διὰ τοῦ αἰγιαλοῦ διελθεῖν· Ἀλεξάνδρῳ σκληροὶ βορέαι ἐπιπνεύσαντες οὐκ ἄνευ τοῦ θείου εὐμαρῆ τὴν ὁδὸν παρέσχον. Λέγεται δὲ καὶ κατὰ τὴν Περσίδα πολλὰ εἶναι στενὰ, ἃ βίᾳ μὲν διῆλθε δ' ὅμως ὁ Μακεδὼν Ἀλέξανδρος, ἄλλα τε σπεύδων καὶ τὰ γαζοφυλάκια δὲ κατασχεῖν, ἃ πολλοῖς χρόνοις ἐξεπεπλήρωτο. Περὶ δὲ τῶν τῆς Ἀσίας στενῶν εἴρηταί τι καὶ ἐν τοῖς πρὸ μικροῦ ῥηθεῖσι περὶ Φασήλιδος.