Ancient Greek
Section 874
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 874
Not analysed yet
Ὅτι Κίλικες τὸ ἔθνος, καθά φησιν Ἀρριανὸς, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατασχὼν ἀφ' ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν. Ἡρόδοτος δὲ λέγει ὅτι πρὸ τούτου Ὑπαχαιοὶ ἐκαλοῦντο οἱ Κίλικες. Πειρατικοὶ δὲ οἱ Κίλικες, οἳ καὶ τῷ κατὰ Σαμοθρᾴκην ἱερῷ ποτε προσπεσόντες τάλαντα πλείω χιλίων ἀπήνεγκαν. Ὁ δὲ Γεωγράφος φησὶν, ὅτι Κιλικία ἡ μὲν τραχεῖα, ἧ ἡ παραλία στενὴ μέχρι καὶ περὶ Ἰσαυρίαν καὶ Πισιδίαν, καὶ οἱ αὐτὴν οἰκοῦντες Τραχειῶται λέγονται, ἡ δὲ πεδιὰς ἀπό τε Σόλων καὶ Ταρσοῦ μέχρι καὶ Ἰσσοῦ.