Ancient Greek
Section 875
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 875
Not analysed yet
Ὅτι πολλαὶ πόλεις Κιλίκων, αἱ μὲν ἐν ἠπείρῳ, αἱ δὲ ἀγχίαλοι· ὧν μία καὶ ἡ Ἀγχιάλη, Ἀγχιάλης κτίσμα τῆς Ἰαπετοῦ θυγατρὸς, ὅπου καὶ ποταμὸς Ἀγχιαλεύς. Ταύτης τῆς Ἀγχιάλης υἱὸς Κύδνος, ἀφ' οὗ Κύδνος ὁ ἐν Ταρσῷ ποταμὸς, οὗ αἱ ἐκβολαὶ μετὰ τὴν Ἀγχιάλην πόλιν. Τινὲς δὲ Σαρδαναπάλου κτίσμα καὶ αὐτὴν τὴν Ἀγχιάλην φασὶν, ἐπιγράφοντες ὅτι Σαρδανάπαλος Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ Διονύσιος Ἀγχιάλειαν ταύτην λέγει, ὡς καὶ ὁ Γεωγράφος τὴν Θεσσαλονίκην Θεσσαλονίκειαν. Ἔστι δὲ καὶ Θρᾳκικὴ Ἀγχιάλη κατὰ τὸν Γεωγράφον. Ὅτι Κιλίκων ἐστὶ πόλις καὶ ἡ Λυρνησσὸς, ἄλλη παρὰ τὴν Τρωϊκὴν, καὶ ἡ Μαλλὸς, ἐφ' ὕψους μὲν κειμένη, κληθεῖσα δὲ οὕτως ἀπό τινος Μάλλου κτίσαντος αὐτήν, ἢ ἀπὸ μαλλῶν, ἤγουν στεμμάτων, ἃ κόρακος ἁρπάσαντός ποθεν καὶ καταθέντος ἐνταῦθα, ἐκτίσθη ἡ πόλις κατὰ χρησμὸν ὑπὸ Μόψου καὶ Ἀμφιλόχου τῶν ὑμνουμένων μάντεων, οἳ καὶ Μαλλὸν ἐκάλεσαν τὴν πόλιν ἐκ τῶν τοιούτων μαλλῶν. Ἰστέον δὲ ὅτι ἔστι καὶ ἔθνος μαχιμώτατον Ἰνδικὸν οἱ Μαλλοὶ πληθυντικῶς, ἔνθα παρὰ βραχὺ ἐκινδύνευσεν ἂν εἰς ζωὴν ὁ μέγας Ἀλέξανδρος. Ὅτι πόλις Κιλικίας καὶ οἱ Σόλοι, ἡ νῦν Πομπηιούπολις. Λέγονται δὲ Σόλοι κατά τινας ἀπὸ Σόλωνος. Οἱ δὲ Ἀχαιῶν καὶ Ῥοδίων κτίσμα τὴν πόλιν φασί. Τούτων οἱ πολῖται οὐ Σόλιοι, ἀλλὰ Σολεῖς. Φασὶ δὲ καὶ τὸν σολοικισμὸν ἐντεῦθεν λαβεῖν τὴν ἀρχὴν, ὡς ἀνδρῶν ποτε Ἀττικῶν οἰκησάντων ἐκεῖ, καὶ τὴν εὐγενῆ παρακοπέντων Ἀττικὴν γλῶτταν, καὶ ἐξαγροικισθέντων διὰ τὸν ἐν Σόλοις οἰκισμόν· ὅθεν καὶ πάντας τοὺς τοιούτους σολοίκους λέγεσθαι, ὃ ἔστι βαρβάρους, κατὰ τοὺς ἐν Σόλοις οἰκήσαντας. Εἰσὶ δὲ Σόλοι καὶ περὶ Κύπρον, ὧν οἱ πολῖται Σόλιοι λέγονται.