Ancient Greek
Section 882
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 882
Not analysed yet
Ὅτι τὰς χώρας γαίας λέγει ἐν τῷ γαιάων Ἀσίης· καὶ παρακατιών φησι γαῖαν ἑκάστην, ἤτοι χώραν. Οὕτω δὲ ποιεῖ καὶ Ὅμηρος ἐν τῷ «οὐδέ τις [ἄλλη] ἐφαίνετο γαιάων.» Αὐτὴ μέντοι ἡ γῆ τὸ στοιχεῖον οὐ πληθύνεται διὰ τὸ μοναδικόν. Ὅτι ἐπιστρέφων τὸν ἀκροατὴν εἰς προσοχὴν λέγει· ὁ δὲ λόγος ἔστω σοι ἐν φρεσὶ, μηδ' ἀνέμοις φορέοιτο, καὶ οἷον ἀνεμώλιος εἴη, καὶ ὑπὸ ἁρπυίαις γένοιτο ἡ τῶν πονηθέντων ἔργων χάρις. Εἶτα ἐπάγει καὶ ὧδε τὸ χρήσιμον τοῦ προσέχειν τῇ περιηγήσει, τὸ ἔχειν δηλαδὴ τὸν ἀκροατὴν ἐπιστημόνως καὶ ἄλλοις ἀγορεύειν ποταμοὺς πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην· ἐφ' οἷς ἑαυτὸν συνιστῶν κατὰ ἰδέαν λαμπρότητος ὡς εὖ περιηγούμενόν φησιν, ὅτι οὐκ ἄν τις ἔμοιγε ὡς ψευδομένῳ ἐπιμωμήσεται.