Ancient Greek
Section 877
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 877
Not analysed yet
Ὅτι μετὰ τὴν Κιλικίαν ἡ Κομμαγηνὴ Καππαδοκία ἐστὶ, ναὶ μὴν καὶ ἡ περὶ τὴν στρεπτικὴν θῖνα τοῦ Ἰσσικοῦ κόλπου Συρία, τουτέστιν ἡ Φοινίκη, ἡ διήκουσα ἄχρι καὶ τοῦ Κασίου ὄρους, ὅπερ ὄρος καὶ ἀγχίαλόν φησι καὶ βαθύκρημνον, περὶ ὃ ἡ τοῦ Ἰσσικοῦ κόλπου περιφέρεια εἰς δύσιν ἐστραμμένη παύεται τοῖς ἐκ τῶν βορείων δηλαδὴ ἕως ἐπὶ τὰ ἐκεῖσε ἥκουσιν. Ἰστέον δὲ ὅτι τὴν Κομμαγηνὴν Κομμαγεηνὴν λέγει κατὰ πλεονασμὸν τοῦ ε, διὰ μέτρου ὀρθότητα. Σημείωσαι δὲ ὅτι περὶ τὴν Κομμαγηνὴν Καππαδοκίαν καὶ ἡ Μελιτηνὴ κεῖται, καὶ τὸ λεγόμενον Ἀμανὸν ὄρος. Τοῦ Ταύρου δὲ κόμμα καὶ αὐτό. Κἀκεῖνο δὲ σημείωσαι, ὅτι ἀξιόλογος ἡ Κομμαγεηνὴ χώρα, ὅπουγέ τινες εἰς πέντε διαιροῦντες τὴν ὅλην Συρίαν μέρη αὐτῆς ἐτίθεντο τὴν Κομμαγεηνὴν καὶ τὴν Σελευκίδα καὶ τὴν κοίλην Συρίαν, καὶ τελευταῖον τὴν παραλίαν Φοινίκην, καὶ τὴν Ἰουδαίαν ἐν μεσογαίῳ.