Ancient Greek
Section 899
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 899
Not analysed yet
Ὅτι τὴν Κοίλην Συρίαν ἐπώνυμον οὕτω καλεῖσθαί φησι, τουτέστι Κοίλην φερωνύμως λέγεσθαι, διότι αὐτὴν μέσην καὶ χθαμαλὴν κειμένην ἔχουσιν ὄρη μεγάλα δύο, τό τε ἑσπέριον Κάσιον πρὸς τῇ Θαλάσσῃ κείμενον καὶ ὁ ἠῶος Λίβανος, ὑφ' ὧν περιέχεται. Οὕτω καὶ Ὅμηρος τὴν Λακεδαίμονα κοίλην λέγει διὰ τὸ περιειλῆφθαι κυκλόθεν ὄρεσιν. Ὁ μέντοι Γεωγράφος οὕτω φησί· «Λίβανος καὶ Ἀντιλίβανος ὄρη δύο ὡς ἂν παράλληλα, ποιοῦντα τὴν Κοίλην καλουμένην Συρίαν, τελευτῶντα ἐγγὺς τῶν Ἀραβικῶν ὀρῶν τῶν ὑπὲρ τῆς Δαμασκηνῆς χώρας εἰς ἄλλα ὄρη γεώλοφα καὶ καλλίκαρπα, μικρὸν ὕπερθεν τῆς θαλάσσης ἀρχόμενα, Λίβανος μὲν τῆς κατὰ Τρίπολιν, Ἀντιλίβανος δὲ τῆς κατὰ Σιδῶνα.» Καὶ ὁ μὲν Γεωγράφος ταῦτα. Ὁ δὲ Διονύσιος τὴν Κοίλην Συρίαν καὶ πολύπολιν λέγει καὶ πολλοὺς καὶ ὀλβίους ἄνδρας ἔχουσαν. Καὶ χρᾶται ἐπαναλήψει καὶ ἐπ' αὐτῆς εἰπών «ἐς νότον ἕρπει, ἐς νότον ἀντολίην τε.» Ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι πᾶσα ἡ ὑπὲρ Σελευκίδα ἐπὶ Αἴγυπτον καὶ Ἀραβίαν ἀνίσχουσα χώρα Κοίλη Συρία λέγεται, ἰδίως δὲ ἡ τῷ Λιβάνῳ καὶ Ἀντιλιβάνῳ ἀφωρισμένη. Συρία δὲ ἀπὸ Σύρου κέκληται· φασὶ γὰρ ὅτι Λιβύης υἱὸς ὁ Ἀγήνωρ, οὗ καὶ Τυροῦς Φοῖνιξ καὶ Σύρος καὶ Κίλιξ, ἀφ' ὧν αἱ χῶραι, καὶ Κάδμος, οὗπερ ἡ Καδμεία ἐπώνυμος.