Ancient Greek
Section 905
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 905
Not analysed yet
Ὅτι τῆς Κοίλης Συρίας οἱ μὲν ἐπ' ἠπείρῳ, ἤγουν οἱ ἠπειρωτικοὶ, αὐτὸ τοῦτο Σύριοι, τουτέστι Σύροι καλοῦνται, οἱ δὲ περὶ θάλασσαν, Σύροι ὄντες καὶ αὐτοὶ, ὅμως καὶ Φοίνικές εἰσι τὴν ἐπωνυμίαν, γένος Ἐρυθραῖοι. Λέγει δὲ καὶ Ἡρόδοτος τούτους ἐκ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης ὑπερβάντας οἰκεῖν τῆς Συρίας τὰ περὶ θάλασσαν, καὶ τοῦτο τὸ χωρίον μέχρι Αἰγύπτου Παλαιστίνην καλεῖσθαι· ὅθεν δοκοῦσιν, ὡς καὶ ὁ Διονύσιος παραδηλοῖ, ἐπωνύμως ἤτοι φερωνύμως οὕτω λέγεσθαι, ὡς ταὐτὸν ὂν Φοίνικάς τε καὶ Ἐρυθραίους εἰπεῖν, ὥσπερ καὶ φοινικοῦν χρῶμα καὶ ἐρυθρόν. Καὶ μὴν ἄλλοι Φοίνικας αὐτοὺς καλεῖσθαί φασιν ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος, ὡς εἴρηται ἤδη. Λέγεται δὲ κατὰ τοὺς παλαιοὺς Φοινίκη πᾶσα ἡ ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία στενὴ καὶ ἁλιτενής. Ἰστέον δὲ ὅτι ἡ Κοίλη Συρία πρὸς ἀντιδιαστολὴν ἑτέρας λέγεται· διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Διονύσιος ἐρεῖ, ὅτι τὴν Κοίλην Συρίαν διαδέχεται ἡ ἑτέρα Συρία ἑλκομένη μέχρι Σινώπης, ὅπου, ὡς προγέγραπται, τοὺς Ἀσσυρίους εἶναί φασιν. Ὅρα δὲ ὅτι ὥσπερ τοὺς τῆς Φρυγίας κατοίκους οὐ μόνον Φρύγας, ἀλλὰ καὶ Φρυγίους ἄνδρας φαμὲν, ὅθεν καὶ ἄστυ Φρύγιον, καὶ τοὺς ἐν Λυδίᾳ Λυδοὺς καὶ Λυδίους, καὶ τοὺς ἐν Ἀραβίᾳ Ἄραβας καὶ Ἀραβίους, οὕτω καὶ τοὺς τῆς Συρίας Σύρους τε καὶ Συρίους λέγομεν. Τοῦ δὲ Σύρος ἐστὶ καὶ θηλυκὸν εἰς ρα· λέγεται γὰρ καὶ ἡ Σύρα γλῶσσα.