Ancient Greek
Section 907
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 907
Not analysed yet
Ὅτι Φοίνικες πρῶτοι νηυσὶν ἐπειρήσαντο θαλάσσης, καθὰ δηλοῖ καὶ Ὅμηρος ναυτικωτάτους αὐτοὺς ἱστορῶν, πρῶτοι δὲ τῆς κατὰ θάλασσαν ἐμπορίας ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἀστέρων πόρον ἐφράσαντο· οὐχ ὅτι αὐτοὶ τὸν οὐρανὸν πόλοις, ὃ ἔστι κύκλοις ἔτεμον, τοῦτο γὰρ Αἰγυπτίων εὕρεμα, ὡς προείρηται, δι' ἀστρονομίαν, ἀλλ' ὅτι τοῖς ἠστροθετημένοις ἤδη καὶ παρ' Αἰγυπτίων ἠστρολογημένοις προσέσχον δι' ἐμπορίαν οἱ Φοίνικες. Ναυτικώτατοι δὲ Φοινίκων Σιδώνιοι. Ὁ δὲ Γεωγράφος οὕτω περὶ τούτων φησίν. «Ὥσπερ Αἰγυπτίων εὕρεμα ἡ γεωμετρία ἐκ τῆς χωρομετρίας, ἣν ὁ Νεῖλος ἐργάζεται συγχέων τοὺς τῆς γῆς ὅρους ἐν ταῖς ἀναβάσεσιν, οὕτως ἐκ Φοινίκων εἰς Ἕλληνας ἡ ἀστρονομία ἥκειν πεπίστευται καὶ ἡ ἀριθμητική· φιλόσοφοι γὰρ περὶ ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναύκληροι, ἀπὸ λογιστικῆς καὶ νυκτιπλοίας ἀρξάμενοι», τουτέστιν ὡς λογαριάζοντες μὲν τοὺς φόρτους, ἄστροις δὲ σημαινόμενοι τὸν ἐν νυκτ' πλοῦν ἀρχὴν ἐντεῦθεν ἔσχον εἰς ἀστρονομίαν καὶ ἀριθμητικήν. Ἀρριανὸς δὲ ἐν τοῖς περὶ Ἀλεξάνδρου φησὶν ὅτι Φοίνικες μὲν πρὸς τὴν ὀλίγην ἄρκτον μελετῶσι τὰς πορείας, οἱ δὲ ἄλλοι ἄνθρωποι πρὸς τὴν μείζω. Λέγει δὲ ἐκεῖνος ὀλίγην μὲν τὴν Κυνόσουραν, μεγάλην δὲ τὴν Ἑλίκην, ἀφ' ἧς καὶ οἱ Ἀχαιοὶ ἑλίκωπες, ὥς τινες οἴονται. Ἡρόδοτος δὲ στοχάζεται καὶ τὰ γράμματα μὴ ὄντα πρὸς τοῖς Ἕλλησιν ἐκεῖθεν παραδοθῆναι ὑπὸ τῶν μετὰ Κάδμου εἰς τὴν Ἑλλάδα ἐλθόντων Φοινίκων, ὅθεν καὶ Φοινίκια καλεῖσθαι.