Ancient Greek
Section 911
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 911
Not analysed yet
Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρριανὸς λέγει· «Τύρος ἡ τότε ἔτι νῆσος.» Ὠνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, ἢ ἀπὸ γυναικὸς Τυροῦς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ χώρα ἐπώνυμος. Συνῆπται δὲ ἡ Τύρος χώματι πρὸς τὴν ἤπειρον, ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος, ὅτε κατὰ ἐνύπνιον Σάτυρος ὁραθεὶς ἐχρηστηρίασε τῷ βασιλεῖ κατὰ ὀνείρου λοξότητα, ὅτι σὰ Τύρος, τουτέστι σὴ Δωρικῶς, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν ἔσται ἡ Τύρος. Τιμῶσι δὲ τὸν Ἡρακλέα ὑπερβαλλόντως οἱ Τύριοι, καί εἰσι πολύτεχνοι καὶ κατὰ τοὺς Σιδωνίους καλλίτεχνοι. Ἔστι δὲ, φασὶ, καὶ πορφύρα καλλίστη ἡ Τυρία. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι μεγίστη ἐστὶ μετὰ Σιδῶνα ἡ Τύρος, καὶ ὅτι ἀρχαιοτάτη, καὶ δύο λιμένας ἔχει, τὸν μὲν κλειστὸν, τὸν δὲ ἀνειμένον, καὶ ὅτι πολυστέγους οἰκίας ἔχει, καὶ ὅτι σεισμοί ποτε γενόμενοι μικρὸν ἀπέλιπον τοῦ ἄρδην αὐτὴν ἀφανίσαι, καὶ ὅτι ἀτυχήσασα ἐν τῇ ὑπὸ τοῦ Ἀλεξάνδρου πολιορκίᾳ ὅμως ὕστερον ἑαυτὴν ἀνέλαβε διὰ τῆς ναυτιλίας, καθ' ἣν ὑπερτεροῦσι πάντων οἱ Φοίνικες. Ἔστι δὲ καὶ περὶ τὸν Περσικὸν κόλπον νῆσος, ὥσπερ καὶ Ἄραδος. Λέγεται δὲ καὶ ὅτι ἱερὸν Ἡρακλέος ἐν τῇ Τύρῳ ἦν πλουσίως ἐσκευασμένον, καὶ στῆλαι δύο κατὰ τὸν Ἡρόδοτον, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας.