Ancient Greek
Section 912
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 912.1
Not analysed yet
Ὅτι τὰς περὶ Φοινίκην πόλεις μετ' ἐπιθέτων ἐκφράζει, οἷα εὐπόρως ἔχων τοῦ ὀνομάζειν· λέγει γὰρ Τύρον ὠγυγίην, Βηρυτὸν ἐρατεινὴν, Βύβλον ἀγχίαλον, Σιδῶνα ἀνθεμόεσσαν, Τρίπολιν λιπαράν. Περὶ μὲν οὖν τῆς Τύρου εἴρηται τὸ ἀρκοῦν. Ἡ δὲ Σιδὼν, περὶ ἣν χαρίεντα λέγει ποταμὸν ῥέειν τὸν Βοστρηνὸν, πολυτέχνους ἔχει πολίτας καὶ καλλιτέχνους. Ὅτι δὲ τοιοῦτοί εἰσιν οἱ Σιδώνιοι, δηλοῦσι καὶ οἱ παρὰ τῷ Ποιητῇ παμποίκιλοι πέπλοι, Σιδωνίων ἔργα γυναικῶν, καὶ ὁ τοῦ Εὔνεω κρατὴρ, ὃς κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν. Τούτους δὲ τοὺς Σιδωνίους ἀποίκους εἶναί τινές φασι Σιδωνίων τῶν ἐν τῷ Περσικῷ κόλπῳ, οἱ δὲ παλαιοὶ ἐναντιολογίας ἱστοριῶν αἰτιῶνται ἐνταῦθα. Οἱ μὲν γὰρ τοὺς καθ' ἡμᾶς Φοίνικάς τε καὶ Σιδωνίους ἀποίκους φασὶ τῶν πρὸς τῶν ὠκεανῷ Σιδωνίων τε καὶ Φοινίκων, προστιθέντες καὶ διὰ τί Φοίνικες λέγονται· διότι, φασὶ, καὶ ἡ θάλασσα ἐρυθρὰ, ὡς ταὐτὸν ὂν Φοίνικας εἰπεῖν καὶ ἐρυθρούς. Οἱ δὲ ἀνάπαλιν ἀποίκους ἐκείνους τούτων τῶν καθ' ἡμᾶς ἱστόρησαν. Περὶ δὲ τῆς Σιδῶνος ταύτης τῆς περὶ τὴν Συριακὴν Φοινίκην φέρεται ἱστορία, ὅτι θυγάτηρ Ἰοῦς ἡ Λιβύη, ταύτης δὲ καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, Βήλου δὲ Σίδη καὶ Αἴγυπτος καὶ Δαναὸς, ὧν τῆς Σίδης μὲν παρώνυμος ἡ Σιδὼν, τοῦ Αἰγύπτου δὲ ὁμώνυμος ἡ χώρα, ἐκ Δαναοῦ δὲ οἱ Ἕλληνες Δαναοί. Προείρηται δέ που καὶ ὅτι ὁ Διονύσιος Ὁμήρῳ ἀκολουθῶν τῆς Σιδῶνος τὴν μὲν ἄρχουσαν ἐκτείνει, τὸ δὲ ο τῶν πλαγίων συστέλλει, κἂν οἱ ὕστερον αὐτὸ διφοροῦντες ἐκτείνωσιν. Ὅτι δὲ καὶ σοφοὶ τὰ εἰς ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναυκληρικοὶ, ἀνωτέρω εἴρηται· λέγεται δὲ καὶ ψάμμος ὑαλῖτις εἶναι τοῖς Σιδωνίοις ἐπιτηδεία εἰς χύσιν. Ἡ δὲ Βηρυτὸς κτίσμα ἐστὶ Κρόνου, ἐκ μικρᾶς μεγάλη γενομένη καὶ ἰσχυρά· διὸ καὶ οὕτως ἐκλήθη· Βηρουτί γὰρ τὴν ἰσχὺν οἱ Φοίνικες λέγουσιν. Οἱ δέ φασι διὰ τὸ εὔϋδρον οὕτω κληθῆναι αὐτὴν, βήρ γὰρ παρὰ τοῖς ἐκεῖ τὸ φρέαρ καλεῖται· φασὶ δὲ αὐτὴν ὑπὸ τοῦ τυράννου Τρύφωνος κατασπασθεῖσαν ἀναληφθῆναι ὑπὸ Ῥωμαίων, ἤτοι ἀναστῆναι καὶ καινισθῆναι. Ὀξύνεται δὲ τὸ Βηρυτός ὡς τρισύλλαβον, καθὰ καὶ τὸ κωκυτός καὶ γωρυτός, καὶ μακρὸν ἔχει τὸ υ παρὰ Διονυσίῳ. Ἡ δὲ Βύβλος κτίσμα καὶ αὐτὴ Κρόνου, Ἀδώνιδος ἱερὰ, Κινύρου βασίλειον ἀρχαιότατον, ἀπὸ Βύβλου τινὸς στρατηγοῦ ἢ ἀπὸ Βύβλης γυναικὸς οὕτω κληθεῖσα, ἢ διὰ τὸ πάσης ἀρχαίας βίβλου κατὰ τοὺς παλαιοὺς τὴν φυλακὴν ἀσινέα ἐν αὐτῇ γενέσθαι, ἢ καὶ διότι Ἴσις τὸν Ὄσιριν κλαίουσα ἐκεῖ τὸ τῆς κεφαλῆς ἀπέθετο διάδημα ἐκ βύβλου ὂν Αἰγυπτίας. Φυτὸν δὲ ἡ βύβλος κατὰ τοὺς παλαιοὺς φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς ἔλεσι, ῥάβδος ψιλὴ, ὥς φασιν ἐκεῖνοι, ἐπ' ἄκρῳ χαίτην ἔχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ Δέλτα, ἧς κρείττων, φασὶν, ἡ λεγομένη ἱερατική. Τῆς δὲ βύβλου τὸ κάτω ὅσον ἐπὶ πῆχυν τρώγεται, ὥς φησιν Ἡρόδοτος, πνιγὲν μάλιστα ἐν κλιβάνῳ διαφανεῖ. Ζητητέον δὲ μή ποτε ἀπὸ τῆς τοιαύτης βύβλου, ὡς πεφυκυίας ὑφαίνεσθαι ἢ πλέκεσθαι ἢ ἄλλως πως συντίθεσθαι, καὶ αἱ τῶν γραμμάτων φύλακες πτύχες βύβλοι ἐλέγοντο, διὰ τὸ τυχὸν ἐκ τοῦ τοιούτου φυτοῦ τὰς τοιαύτας τότε κατασκευάζεσθαι, καὶ ἡ κλῆσις παρέμεινε καὶ εἰς ἡμᾶς, ἐναλλαγέντος τοῦ υ εἰς τὸ συγγενὲς δίχρονον. Ἐγίνετο δὲ καὶ πέδιλα ἐκ τοῦ φυτοῦ τῆς βύβλου· οἱ γοῦν Αἰγύπτιοι ἱερεῖς βύβλινα λέγονταί ποτε φορεῖν ὑποδήματα, καὶ πλοίων δὲ ναυπηγουμένων αἱ ἁρμονίαι βύβλῳ παρεβύοντο, καὶ ἱστία δὲ πλοίοις ἐγίνοντο βύβλινα, καὶ τὴν ἐν Ἀβύδῳ δὲ τοῦ Ξέρξου γέφυραν, ὡς Ἡρόδοτός φησιν, Φοίνικες μὲν λευκολίνῳ ἐγεφύρουν, Αἰγύπτιοι δὲ βύβλῳ. Αἴλιος δὲ Διονύσιος ἐν τοῖς περὶ Ἀττικῶν λέξεων ὑπογράφει σαφέστερον τὴν τοῦ φυτοῦ φύσιν τῆς βύβλου, ἔνθα περὶ φιλύρας φησὶν, ὅτι φυτὸν ἡ φιλύρα φλοιὸν ἔχον βύβλου, παπύρῳ ὅμοιον, ἐξ οὗ τοὺς στεφάνους πλέκουσι. Καὶ ταῦτα μὲν περὶ Βύβλου.