Ancient Greek
Section 914
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 914
Not analysed yet
Ἡ δὲ Τρίπολις, ᾗτινι συνεχὲς κεῖσθαι ἱστόρηται τὸ τοῦ Θεοῦ λεγόμενον πρόσωπον, οὕτω καλεῖται διὰ τὸ ἔχειν ἀποικίαν ἐκ τριῶν πόλεων, Τύρου καὶ Σιδῶνος καὶ Ἀράδου, περὶ ἧς ἐν τοῖς περὶ νήσων εἴρηται. Εἰσὶ δὲ καὶ ἄλλαι Τριπόλεις διάφοροι. Ὅτι πόλεις Φοινίκων καὶ ἡ Ὀρθωσὶς καὶ ἡ Μάραθος. Ἰστέον δὲ ὅτι τὴν Ὀρθωσίδα Ὀρθωσίαν οὕτως ἄλλοι φασὶ, καὶ ἴσως χαίρων τῷ τοιούτῳ τύπῳ ὁ Διονύσιος ὥσπερ τὸν πορθμὸν εἶπε πορθμίδα, καὶ τὰς Ἀμαζόνας Ἀμαζονίδας, καὶ τὴν Ἀσίαν Ἀσίδα, καὶ τοὺς τῶν ὀρῶν κνημοὺς κνημῖδας, καὶ τὴν Κασπίαν Κασπίδα, οὕτω καὶ τὴν Ὀρθωσίαν Ὀρθωσίδα φησί. Μάραθος δὲ οὐ μόνον ἡ περὶ Φοινίκην αὕτη πόλις, περὶ ἣν καὶ ποταμὸς ῥέει Μαραθίας λεγόμενος, ἀλλὰ καὶ Εὐρωπαία ἑτέρα ἐν τῇ τῶν Ἀκαρνάνων γῇ, ἐξ ἧς ὁ μουσικὸς Διόδωρος.