Ancient Greek
Section 924
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 924
Not analysed yet
Ὅτι νοτιώτερον τῆς Συρίας ἡ Ἀραβία, καὶ ὅτι ὁ Ἀράβιος κόλπος μέσος εἱλεῖται Συρίας καὶ Ἀραβίας, τυτθὸν ἐπὶ τὴν ἀνατολὴν τετραμμένος, ἤτοι παρεκκλίνων καὶ παρεκνεύων ἄχρι Σελάνων· οὕς τινες ὀξύνουσιν ὁμοίως τῷ Ἀλανοί Γερμανοί καὶ τοῖς τοιούτοις ἐθνικοῖς· ἔθνος γὰρ καὶ οἱ Σελανοὶ Ἀράβιον. Καὶ ὅρα ἕως ποῦ παρατείνειν βούλεται τὴν Συρίαν, ἣν καὶ φθάσας ἔφη ἐς νότον ἕρπειν. Διὸ καὶ τοὺς Ἄραβας Σύρους ἐκάλουν τινὲς διὰ τὴν ἐκ τοῦ ὁμορεῖν ἐπιμιξίαν αὐτῶν· συναφὲς γὰρ τῇ Ἀραβίᾳ τὸ νότιον πέρας τῆς Συρίας.