Ancient Greek
Section 921
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 921
Not analysed yet
Ὅτι πᾶσα ἡ περὶ Ἀντιόχειαν χώρα λιπαρά τε καὶ εὔβοτος, καὶ ἀγαθὴ μῆλα τρέφειν, καὶ δένδρεσι καρπὸν αὔξειν· μητρόπολις δὲ ἦν αὕτη Συρίας, καὶ ἐν αὐτῇ τὸ βασίλειον ἦν τοῖς ἄρχουσιν. Ἦν δὲ καὶ αὐτὴ τῆς Σελευκίδος μοίρας. Ἰστέον δὲ ὅτι μερίς ἐστι Συρίας ἀρίστη ἡ λεγομένη Σελευκὶς καὶ καλουμένη Τετράπολις, διὰ τὰς ἐν αὐτῇ ἐξεχούσας τέσσαρας πόλεις, αἳ ἦσαν Ἀπάμεια καὶ Λαοδίκεια, περὶ ὧν ἀνωτέρω εἴρηται, καὶ Ἀντιόχεια αὕτη καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ ὄρει, ὃ προσεχὲς τῷ Ἀμανῷ ἐστιν· ἣν Σελεύκειαν ἡ ἱστορία ἔρυμά φησιν εἶναι ἀξιόλογον καὶ βίας κρεῖττον. Ὅτι δὲ πολλαὶ Ἀντιόχειαι καὶ εἴ τι ἄλλο ἔδει ῥηθῆναι ὡς ἐν συνόψει προγέγραπται.