Ancient Greek
Section 929
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 929
Not analysed yet
Ὅτι καὶ ἐνταῦθα τὸ ἑκάστη ἀντὶ τοῦ ἑκατέρα τέθεικεν, εἰπὼν περὶ τῆς Περσίδος καὶ Ἀραβίας θαλάσσης «ἄνεμον δὲ ἔλαχεν ἑκάστη, Ἀραβία ζέφυρον, Περσὶς εὖρον.» Τὸ δὲ ὀρθὸν ἦν ἑκατέρα εἰπεῖν, εἰ μὴ τὸ μέτρον ἐκώλυσεν.