Ancient Greek
Section 933
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 933
Not analysed yet
Ὅτι πολὺ καταχέει τῆς εὐδαίμονος Ἀραβίας ἐγκώμιον, ἐνδιατρίβων αὐτῇ, καὶ τούς τε Ἄραβας ἁβροβίους καλεῖ, ὡς καὶ πρὸ ὀλίγου ὀλβίστους, καὶ αὐτὴν μεγίστην λέγει, καὶ ἀγλαά φησι καὶ πολύολβα φῦλα νέμεσθαι αὐτήν. Ἄλλο δὲ, φησὶ, μέγα θαῦμα ἔξοχον ἔλαχεν. Ποῖον ἐκεῖνο; ἀεὶ ὑπὸ θύοις λαρὸν ὄδωδεν ἢ σμύρνης ἢ εὐώδους καλάμου ἢ θεσπεσίου πεπαινομένου λιβάνου ἢ κασίας ἢ θύου, ὅπερ ἐστὶ, φασὶν, εἶδος δένδρου εὐώδους. Καὶ μὴν ἄλλως θῦον γενικῶς ἅπαν ἄρωμα λέγεται. Διὸ καὶ αὐτὸς φθάσας ἔφη, κηώεσσα θύοις ὕπο, τουτέστι τοῖς ἀποτελοῦσιν εὐωδίαν θυμιάμασιν. Ἰστέον δὲ ὅτι ὁ τοῦ λιβάνου δένδρου καρπὸς λιβανωτὸς λέγεται παρὰ τοῖς παλαιοῖς, καὶ ὅτι οὕτω πολὺς αὐτόθι λιβανωτὸς, ὥστε χίλια τάλαντα λιβανωτοῦ οἱ Ἀράβιοι ἦγον τῷ βασιλεῖ ἑκόντες· οὐ γὰρ κατήκουσαν τοῖς Πέρσαις, ὥς φησιν Ἡρόδοτος, ἐπὶ δουλοσύνῃ, ἀλλὰ ξένοι ἐγένοντο. Λέγει δὲ ὁ αὐτὸς καὶ ἐν μόνῃ τῇ Ἀραβίᾳ φύεσθαι λιβανωτὸν καὶ σμύρνην καὶ κασίαν καὶ κιννάμωμον καὶ λήδανον, ὅπερ, φησὶν, Ἀράβιοι καλοῦσι λάδανον.