Ancient Greek
Section 936
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 936
Not analysed yet
Ὅρα δὲ ὅπως γενικῇ συντάσσει τὸ ὄζει, εἰπὼν ὄδωδε θύου ἢ σμύρνης καὶ τὰ ἑξῆς. Σκοπητέον δὲ εἴτε ὁ ἐνταῦθα εὐώδης κάλαμος ὁ αὐτός ἐστι ταῖς παρὰ τῷ Γεωγράφῳ Ἰνδικαῖς καλάμοις, ἃς μελιτοποιεῖν ἐκεῖνός φησιν, εἴτε καὶ διαφέρει μάλιστα ἐκείνων οὗτος ὡς εὐώδης μὴ τοιούτων. Ἰστέον δὲ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν, Ἀλέξανδρος διενοεῖτο μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον βασίλειον ἑαυτοῦ τὴν Ἀραβίαν ποιῆσαι, καὶ ὅτι εἰσὶ καὶ Σκηνῖται Ἄραβες περὶ τὰ πέραν Εὐφράτου ἕως Κοίλης Συρίας.